Τετάρτη
5 Αυγούστου

Ευσιγνίου μάρτυρος, Νόννης, Αββακούμ νεομ.

AgioiNikitasIoanisIosifΜΑΪΟΥ 20. ΝΙΚΗΤΑ, ΙΩΣΗΦ & ΙΩΑΝΝΟΥ ΚΤΙΤΩΡΩΝ ΝΕΑΣ ΜΟΝΗΣ ΧΙΟΥ ΑΚΟΛΟΥΘΙΑ

Τῌ Κ´ ΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ
Μνήμη τῶν Ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν Νικήτα, Ἰωάννου καὶ Ἰωσήφ, τῶν κτιτόρων τῆς ἐν Χίῳ Ἱερᾶς καὶ βασιλικῆς Νέας Μονῆς.

ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΟΣΙΩΝ ΚΑΙ ΘΕΟΦΟΡΩΝ ΠΑΤΕΡΩΝ ΗΜΩΝ ΝΙΚΗΤΑ, ΙΩΣΗΦ & ΙΩΑΝΝΟΥ ΤΩΝ ΚΤΙΤΟΡΩΝ ΝΕΑΣ ΜΟΝΗΣ ΧΙΟΥ

Ποίημα Νικηφόρου τοῦ Χίου͵αωδ´ (1804)



ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

Εἰς τὸ Κύριε, ἐκέκραξα, ἱστῶμεν στίχους δ´ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.
Δεῦτε πιστοὶ συνελθόντες, ὕμνοις τιμήσωμεν, τοὺς τρεῖς ἡμῶν Πατέρας, τοὺς τιμήσαντας σφόδρα, Τριάδα Παναγία παντοδαπῶν, ἀρετῶν ἐπιδείξεσι, καὶ τὸν ἰσάγγελον βίον ἐπὶ τῆς γῆς, καὶ οὐράνιον διήνυσαν.

Τῶν ἐγκωμίων τὰ ἄνθη περιδρεψάμενοι, ἀειθαλεῖς στεφάνους, ἀναπλέξωμεν τούτοις, πρὸς γὰρ τοὺς ἀοράτους τῶν δυσμενῶν, ἀνδρικῶς ἠγωνίσαντο, καὶ τὰς ἐκείνων κατήργησαν μηχανὰς, τοῦ Σταυροῦ τη θείᾳ χάριτι.

Φαεινοτάτους φωστῆρας, ἡ Χίος ἔγνωκε, τῶν ἀρετῶν ταῖς αἴγλαις, καταυγάζοντας ταύτην, ὑμᾶς θεῖοι Πατέρες, τῶν ἀσκητῶν ἱεὸν ἐγκαλλώπισμα, καὶ ἀρχηγοὺς μονοτρόπων τῶν ἐν αὐτῇ, θεοσόφους καῖ συλλήπτορας.

Τοὺς ἀκηράτους καὶ θείους, καρποὺς τοῦ Πνεύματος, ἐπὶ τῆς γῆς Πατέρες, ὡς θεόφυτα ξύλα, βλαστήσαντες ἀξίως ἐν οὐρανοῖς, τῆς τρυφῆς ἀπολαύετε, τοῦ γνωστικοῦ καὶ ἀφθάρτου ξύλου σεπτοὶ, θείας γνώσεως πληρούμενοι.

Δόξα. Ἦχος πλ. α´.
Ὅσιοι Πατέρες, Νικῆτα, Ἰωάννη, καὶ Ἰωσὴφ, ὁ κόσμος κατὰ Παῦλον, οὐχ ὑμῶν ἐφάνη ἄξιος. Ἐν ἐρημίαις γὰρ πλανώμενοι, καὶ ὄρεσιν ἐντρεφόμενοι, σπηλαίοις τε καὶ ταῖς ὀπαῖς τῆς γῆς ἐνοικοῦντες, ὑπερκόσμιοι γεγόνατε, καὶ τοῦ οὐρανοῦ οἰκήτορες ἄξιοι· αἰτήσατε οὐν ἡμῖν, ειρήνην παρὰ Θεοῦ, καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν. Τῆς ἑορτῆς.

Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος β´. Οἶκος τοῦ Ἐφραθᾶ.
Ἅπαντες ἀδελφοὶ, συνέλθωμεν προθύμως, τὴν μνὴμην ἑορτάσαι, Νικήτα, Ἰωάννου, καὶ Ἰωσὴφ τοῦ μάκαρος.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.
Χάρις προφητικὴ τοῖς θείοις ἐπεδόθη, Νικήτᾳ, Ἰωάννῃ, καὶ Ἰωσὴφ τῷ θείῳ, τοῦ γνῶναι τὰ ἐσόμενα.

Στίχ. Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.
Ἐν ὕψει ἀρετῶν, ἤστραψαν ὡς ἀστέρες, διὸ καὶ τῆς ἐνθέου, ἠξιώθησαν δόξης, Θεῷ νῦν παριστάμενοι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.
Πανάχραντε Ἁγνὴ, σὺν τοῖς σεπτοῖς Ὁσίοις, ποιήσατε πρεσβείαν, πρὸς τὸν ἐκ Σοῦ τεχθέντα, περιφρουρεῖν τὴν ποίμνην σου.

Νῦν ἀπολύεις, Τρισάγιον, τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ καὶ Ἀπόλυσις.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
 
Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς τὸ Κύριε, ἐκέκραξα, ἱστῶμεν στίχους στ´ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Τῆς ἑορτῆς β´ καὶ τῶν Ἁγίων δ´.

Ἦχος πλ. δ´. Τί ὑμᾶς καλέσωμεν Ἅγιοι;
Ποίαν ὑμνωδίαν προσείσωμεν, ἐπαινοῦντες ἐπαξίως τοῖς πατράσι τοῖς σεπτοῖς; Οὓς Τριὰς ἡ Παναγία, κατεστέψατο λαμπρῶς, ὡς ταύτην εἰκονίζοντας τῷ πνεύματι, καὶ θείοις ἀγωνίσμασιν ἐμπρέμψαντας, θεῖον ναόν τε ἐγείραντας, περικαλλῆ καὶ θαυμάσιον, αἰτοῦντας δὲ τοῦ σωθῆναι τὰς ψυχᾶς ὑμῶν.

Ὅσιοι Πατέρες θεσπέσιοι, κατὰ χρέος εὐφημούμεν, τοὺς ἀγῶνας τοὺς σεπτοὺς, οὕς ὑπέστητε γενναίως, κατ᾿ ἐχθρῶν τῶν ἀφανῶν, καὶ νίκης κατὰ αὐτῶν ᾔρατε τρόπαια, τῷ ὅπλῳ τοῦ Σταυροῦ καθοπλισάμενοι, καὶ προσευχῶν ἐν τοῖς βέλεσι, δεινῶς αὐτοὺς τραυματίσαντες, πρεσβεύσατε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
 
Τί ὑμᾶς προσείπω θαυμάσιοι; Ἰωάννη θεοῤῥῆμον, καὶ Νικῆτα θαυμαστὲ, Ἰωσὴφ ὁ ἐγκρατείας, στάθμη ἔνθεος ὀφθείς; Τὴν χάριν γὰρ Θεοῦ ὁ μὲν ἐκτήσατο, τὴν νίκην κατ᾿ ἐχθρῶν ἕτερος ᾔρατο, ὁ δὲ τὸ σώφρων ἐπηύξησε, τοῦ συνωνύμου ταῖς χάρισιν. Αἰτήσατε τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.
 
Τί ὑμᾶς καλέσωμεν Ὅσιοι; Ἀρχηγοὺς τῶν μοναζόντων, τῶν ἐν Χίῳ θαυμαστοὺς, ἤ μιγάδων θείαν στάθμην, καὶ κανόναν ἱερόν; Ἀσκήσεως γὰρ πόνοις μόνοι πρότερον, ἰσάγγελον ἐκτήσασθε πολίτευμα, εἶτα μονὴν ἀνηγείρατε, τῆς ἀρετῆς παιδευτήριον, καὶ ὄφθητε, ὁδηγοί τε καὶ προστάται ψυχῶν.
 
Δόξα. Ἦχος πλ. β´.
Ἀσκητικὴν ὁδεύσαντες ὁδὸν, παθῶν σαρκὸς ὁρμὰς ἐνεκρώσατε, Πατέρες τρισόλβιοι. Ἐν γὰρ δυσβάτοις ὄρεσι, καὶ κρημνώδεσι φάρραγξι διαιτώμενοι, τὸ κατ᾿ εἰκόνα Θεοῦ ἀλώβητον ἐτηρήσατε. Ὅθεν, θείαν εἰκόνα τῆς Ἀειπαρθένου καὶ Θεομήτορος, περιλαμπομένην φωτὶ, ὡς ἀστέρα φαεινὸν ἐν τόπῳ ἀλσώδει θεωρήσαντες, ναὸν ἐκεῖ περικαλλῆ καὶ ὡραῖον, καὶ μονὴν τὴν νέαν, βασιλικοῖς ἀναλώμασιν ἀνῳκοδομήσατε. Ἣν ταῖς ὑμετέραις εὐχαῖς, ἀσινῆ εἰς τοῦς αἰῶνας φυλάττοιτε, ἀποσοβοῦντες τὰ θράση τῶν βαρβάρων ἐχθρῶν, καὶ πᾶσαν ἐπήρειαν.
 
Καὶ νῦν. Τῆς ἑορτῆς.
 
Εἴσοδος. Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
 
Bασιλειῶν Γ´ τὸ Ἀνάγνωσμα.(γ´ 15, η´ 50, 28-30).
Ἔστη Σολομὼν κατὰ πρόσωπον τοῦ θυσιαστηρίου Κυρίου, ἐνώπιον πάσης ἐκκλησίας Ἰσραήλ, καὶ διεπέτασε τὰς χεῖρας αὑτοῦ εἰς τὸν οὐρανόν, καὶ εἶπε· Κύριε ὁ Θεὸς Ἰσραήλ, οὐκ ἔστι Θεὸς ὡς σὺ ἐν τῷ οὐρανῷ ἄνω, καὶ ἐπὶ τῆς γῆς κάτω. Εἰ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσουσί σοι, πῶς ὁ οἶκος οὗτος, ὃν ᾠκοδόμησα ἐν τῷ ὀνόματί σου; Πλὴν καὶ ἐπιβλέψεις ἐπὶ τὴν δέησίν μου, Κύριε ὁ Θεὸς Ἰσραήλ, ἀκούειν τῆς δεήσεως καὶ τῆς προσευχῆς, ἧς ὁ δοῦλός σου προσεύχεται ἐνώπιόν σου, πρὸς σὲ σήμερον. Τοῦ εἶναι τοὺς ὀφθαλμούς σου ἀνεῳγμένους εἰς τὸν οἶκον τοῦτον, ὃν εἶπας, ἔσται τὸ ὄνομά σου ἐκεῖ. Τοῦ εἰσακούειν τῆς προσευχῆς, ἧς προσεύχεται ὁ δοῦλός σου εἰς τὸν τόπον τοῦτον ἡμέρας καὶ νυκτός. Καὶ εἰσακούσῃ τῆς δεήσεως τοῦ δούλου σου, καὶ τοῦ λαοῦ σου Ἰσραήλ, ἃ ἂν προσεύχωνται εἰς τὸν τόπον τοῦτον, καὶ σὺ εἰσακούσῃ, εἰς τὸν τόπον τῆς κατοικήσεώς σου ἐν τῷ οὐρανῷ, καὶ ποιήσεις καὶ ἵλεως ἔσῃ αὐτοῖς.
 
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.(γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
 
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.(δ´ 7-15).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις· καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
 
Εἰς τὴν Λιτήν, Ἰδιόμελα.
Ἦχος α´.
Τὴν ἱερὰν τῆς Χίου ἀπαρχὴν, καὶ τὸ σεπτὸν πρὸς Θεὸν ἀκροθίνιον, εὐφημήσωμεν πιστοὶ, τὴν τρισάριθμον χορείαν τῶν Ὁσίων, καὶ τρίφωτον λαμπάδα, οὗτοι γὰρ πρώτοι τῶν ἐν αὐτῇ, πάντα καταλιπόντες τὰ ἐν γῇ, καὶ Χριστῷ ἀκολουθήσαντες, διὰ παντοίων πόνων τῆς ἀσκήσεως, αὐτῷ εὐηρέστησαν. Καὶ ταῖς ἀκτῖσι τῶν θεουργῶν ἀρετῶν ἀστράψαντες, ὁδηγοὶ κοινοῦ καὶ ἀγγελόφρονος βίου ἐχρημάτισαν. Καὶ νῦν ἐν οὐρανοῖς, τῷ θείῳ τῆς Ἀρχιφώτου Τριάδος φωτὶ παριστάμενοι, πρεσβεύουσι φωτισθῆναι καὶ σωθῆναι τοὺς τιμῶντας αὐτούς.
 
Ὁ αὐτός.
Τὰ τῆς Χίου περικαλλὴ ἀναθήματα, σήμερον πιστοὶ ἀξίως ὑμνήσωμεν, Νικήταν τὸν ἔνδοξον, καὶ τὸν θεοφόρον Ἰωάννην, σὺν Ἰωσὴφ τω κλεινῷ. Οὗτοι γὰρ οἱ καρτερόψυχοι, τὰς φάλαγγας τῶν δαιμόνων τροπώσαντες ἐν γῇ, ἐν οὐρανοῖς ἐπαξίως αὐλίζονται, καὶ ἀμέσως τῇ Τριάδι παριστάμενοι, πρεσβεύουσι σωθῆναι τὰς ψυχὰς ἡμῶν.
 
Ἦχος β´.
Ἐπέστη ἡμῖν ἡμέρα χαρμόσυνος, καὶ ἑορτὴ πανσεβάσμιος, τῶν θεοφόρων ἡμῶν Πατέρων. Δεῦτε δὴ πάντες οἱ τούτων ὀπαδοί, τὴν θήκην τῶν ἱερῶν αὐτῶν λειψάνων, μετ᾿ εὐλαβείας κυκλώσαντες εἴπωμεν· Πατέρες θεῖοι, οἱ τὸν ζυγὸν τοῦ Χριστοῦ προθύμως ἀράμενοι, καὶ τὰς ἐντολὰς Αὐτοῦ καλῶς φυλάξαντες, καὶ ἡμᾶς τοὺς ἀθλίους, εἰς τὴν αὐτῶν ἐνισχύσατε τήρησιν, τῆς ματαίας ῥυόμενοι τύρβης, καὶ γεώδους προσπαθείας. Ὑπὸ δὲ τῆς τούτων ζοφωθέντες ἀχλύος, τῶν πρὸς Θεὸν συνθηκῶν ἡμῶν ἐπελαθόμεθα. Ἀλλ᾿ ὡς τῷ ἀπροσίτῳ τῆς θεότητος φωτὶ παριστάμενοι, καὶ ταῖς παρ᾿ Αὐτοῦ θείαις ἐλλαμπόμενοι ἀκτῖσι, φωτισμὸν καὶ ἱλασμὸν ἡμῖν ἐξαιτήσατε, τοῖς τὴν ἱερὰν ὑμῶν μνήμην γεραίρουσι.
 
Ἦχος γ´.
Τοὺς ἐπιγείους Ἀγγέλους, καὶ οὐρανίους ἀνθρώπους τοῦ Θεοῦ, τοῦς τρεῖς θεοφόρους ἡμῶν Πατέρας, δεῦτε πάντες εὐφημήσωμεν. Οὗτοι γὰρ οἱ ἀοίδιμοι, τῶν οὐρανίων ἐφιέμενοι ἀγαθῶν, τῶν ἐπὶ γῆς τερπνῶν κατεφρόνησαν. Δι᾿ ὃ καὶ τὸν Σταυρὸν ἀναλαβόντες, τοῦ Χριστοῦ, ἅπαντα τὸν ἑαυτῶν βίον, ἀρετὴς ἀγωνιστήριον ἀνεδείξατο. Νικήτας, ὁ νίκην κατ᾿ ἐχθρῶν ἀράμενος· καὶ Ἰωάννης ὁ χαριτώνυμος· σὺν Ἰωσὴφ τῷ τρισολβίῳ. Ὡς ἔχοντες οὖν παῤῥησίαν πρὸς Χριστὸν, Πατέρες οὐρανόφρονες, καὶ ἡμέτεροι προστάται, Αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σῶσαι τᾶς ψυχὰς ἡμῶν.
 
Ἦχος δ´.
Σπηλαίῳ ἐνωκήσατε διὰ βίου, τὴν τοῦ ἐν σπηλαίῳ τεχθέντος, μιμούμενοι πτωχείαν, ἀποχωρήσαντες δὲ τὸν νοῦν, τῶν ὑλικῶν ἀπάντων, δι᾿ ἐγκρατείας ψάλλοντες ψαλμωδίας τε καὶ προσευχῇ, Αὐτῷ προσεκαρτερήσαντες. Ὅθεν τῷ πνεύματι τὴν διάνοιαν ἐλλαμφθέντες, τὰ μέλλοντα τῷ Μονομάχῳ προειρήκατε, καὶ τὴν τοῦ περικλεστάτου τούτου Ναοῦ οἰκοδομὴν ἐξῃτήσασθε. Ἐν ᾧ καὶ ἡμεῖς συνελθόντες, ἑορτάζομεν πόθῳ τὴν μνήμην ὑμὦν, ἐκτενῶς δεόμενοι, ἵνα πρεσβεύητε πρὸς Κύριον, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
 
Δόξα. Ἦχος πλ. α´.
Πανηγύρεως ἡμέρα τῶν θεοφόρων ἡμῶν Πατέρων, συνευφρανθῶμεν ἐνθέως ἀδελφοί, καὶ πνευματικῶς μελωδοῦντες, εὐφημήσωμεν αὐτούς. Χαίρετε λέγοντες, Ὁσίων ἐγκαλλώπισμα, οἱ κατὰ Παῦλον σκύμβαλα ἡγησάμενοι πάντα, καὶ τῷ Χριστῶ ὁλοψύχως ἀκολουθήσαντες. Χαίρετε οἱ ἐν ὅρεσι καὶ σπηλαίοις, καὶ ταῖς ὀπαῖς τῆς γῆς ἐγκρυπτόμενοι, καὶ μόνως μόνοι, τῷ Θεῷ ἀδιαλείπτως προσευχόμενοι. Χαίρετε, οἱ τὰς ψυχὰς ἀγνισθέντες θεοπρεπῶς, καὶ πνευματικῆς πλησθέντες χάριτος, εἰς τὸ προφητεύειν τὰ μέλλοντα. Ἐπίγειοι Ἄγγελοι, οὐράνιοι ἄνθρωποι, θερμοὶ προστάται ἡμῶν καὶ κηδεμόνες. Ὡς ἔχοντες παῤῥησίαν πρὸς Θεὸν, αἰτήσατε δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος, τοῖς ἐκ πόθου τελοῦσι τὴν μνήμην αὐτῶν.

 Καὶ νῦν. Τῆς ἑορτῆς.

 Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. α´. Χαίροις ἀσκητικῶν.
Δεῦτε ἐν θείοις ὕμνοις πιστοί, τοὺς τρεῖς Πατέρας εὐφημήσωμεν σήμερον, Νικήταν τὸν καθαιρέτην, τοῦ ἀρχεκάκου ἐχθροῦ, Ἰωσὴφ τὸν θεῖον καὶ θεόφρονα, τὸν σάρκα τῷ πνεύματι, δουλωσάμενοι ἄριστα, καὶ Ἰωάννην τὸν δοχείον γενόμενοι, θείας χάριτος, καὶ ἀξίως ἐπώνυμον, κράζοντες παναοίδιμοι, Πατέρες δοξάζομεν, τοὺς ἱεροὺς ὑμῶν ἄθλους, καὶ τοῦς ἀγώνας θαυμάζομεν, οὓς ἐνθέως ζῶντες, ὑπηνέγκατε προθύμως μακαριώτατοι.
 
Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.
Χαίροις, ἡ τῶν Ὁσίων Τριὰς, ἡ θεία θείων τὴν Τριάδα λατρεύουσα, Πατέρα Υἱὸν καὶ Πνεῦμα, τὴν ἐνιαίαν ἀρχὴν, ἐν ψαλμοῖς καὶ ὕμνοις καὶ δεήσεσι, καὶ πόνοις ἀσκήσεως, καὶ ἀγῶσι μακάριοι, σῶμα νεκροῦντες, καὶ ψυχὴν ἐκκαθαίροντες, θείοις νάμασι τῶν δακρύων ἐκάστοτε, τῆς θείας χάριτος ὄντως, καὶ οἰκητήριον ἅγιον, ἧς ἀξιωθῆναι, καὶ ἡμᾶς ἐκδυσωπεῖτε, τὸν πανοικτίρμονα.
 
Στίχ. Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.
Χαίροις τῶν ἀσκητῶν ἡ Τριὰς, Νικῆτα νίκης, ὁ φερώνυμος χαῖρέ μοι, καὶ χάριτος τῆς ἐνθέου, ὁ ἐπωνύμως κληθεὶς, Ἰωάννη χαῖρε παναοίδιμε· Παγκάλου ὁμώνυμε, Ἰωσὴφ καὶ ὁμότροπε, χαῖρέ σοι, ᾄδω, σωφροσύνης τὸ ἄγαλμα, ἡ Τριὰς ὁμοῦ, χαίροις πᾶσα τηρήσασα, ὅλως ἀδιαλώβητον, εἰκόνα τοῦ Κτίστου σου, καὶ ἐφικτὸν ὡς ἦν ὄντως, ταῖς ἀρεταῖς πρὸς ὁμοίωσιν, Θεοῦ ἀναβάσα, ὃν ἱκέτευε σωθῆναι τοὺς ἀνυμνοῦντάς σε.
 
Δόξα. Ἦχος πλ. δ´.
Σολομὼν μὲν ὁ θαυμάσιος, πάλαι τὸν Ναὸν οἰκοδομήσας, ἔστη πρὸ τοῦ θυσιαστηρίου παρὰ Θεοῦ ἐξαιτούμενος, εἶναι τοὺς ὀφθαλμοὺς Αὐτοῦ, ἀνεῳγμένους εἰς Αὐτὸν, καὶ εἰσακούειν τῆς ἐν Αὐτῷ τοῦ λαοῦ δεήσεως. Ὑμεῖς δὲ πανεύφημοι τὸν περίκλυτον τοῦτον δομησάμενοι Ναὸν, ὑμῖν τοῖς ἐν Αὐτῷ ἀναξίως προσυεχομένοις, διηνεκῶς παρ᾿ Αὐτοῦ, τῶν ἀμαρτιῶν ἐξαιτεῖσθε τὴν λύσιν, καὶ τὸν θεῖον Αὐτοῦ καὶ πλούσιον ἔλεος.
 
Καὶ νῦν. Τῆς ἑορτῆς.

Νῦν ἀπολύεις, Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον.
Ἦχος α´. Τοὺς τρεῖς μεγίστους φωστῆρας.
Τοὺς τρεῖς Ὁσίους Πατέρας, τοῦς ἐν ἀσκήσει ἐκλάμψαντας, καὶ τὴν Χίον πᾶσαν, ἐνθέου βίου ταῖς ἀκτῖσι φωτίσαντας, τοὺς θεοκινήτως Μονήν, τοῖς μονοτρόπων πλήθεσιν, ἀνεγείραντας ἀξιάγαστον, τὸν ἔνδοξον Νικήταν, καὶ Ἰωάννην τὸν χαριτώνυμον, σὺν Ἰωσὴφ τῷ γενναίῳ, καὶ τὸν νοῦν θεόφρονι. Πάντες οἱ τῶν τρόπων αὐτῶν ἐρασταὶ, ἀθροισθέντες ὕμνοις τιμήσωμεν, αὐτοὶ γὰρ τῇ Τριάδι, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύουσι.
 
Καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα.
Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.
Ἀσκήσει τὴν ψυχὴν, καθαρθέντες ἐνθέως, ἐφάνητε λαμπροὶ, ἀρετῶν ταῖς ἀκτῖσι, Πατέρες παναοίδιμοι, τῆς Τριάδος ἰσάριθμοι, καὶ τὰ μέλλοντα θεόθεν θεῖοι προγνόντες, ἐδηλώσατε τῷ Μονομάχῳ ἐν Λέσβῳ, καὶ ἔργον ἡ πρόῤῥησις.

Δόξα. Ὅμοιον.
Τριάδα τὴν σεπτὴν, τῶν Ὁσίων ὑμνοῦντες, βοήσωμεν Χριστῷ, πολυέλεε Σῶτερ, ἱλάσθητι τοῖς δούλοις Σου, ἱκεσίαις δεξάμενος τῶν Ἁγίων Σου, τῶν ἐν ἀσκήσει λαμψάντων, καὶ ὑπόδειγμα, ἐνθέου βίου ὀφθέντων, ἐν Χίῳ λαμπρότατον.

Καὶ νῦν. Τῆς ἑορτῆς.

Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα.
Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον.
Μωϋσέως τῷ ζήλῳ, καὶ Ἠλιοῦ καὶ Προδρόμου μιμήσει θείᾳ σοφοὶ, ἐρήμοις ἐν ὄρεσι, διὰ βίου ὠκήσατε, ὦ Ἰωάννη μάκαρ, Νικῆτα ἀοίδιμε, Ιωσὴφ θεοφόρε, τῆς Χίου βλαστήματα, ὅθεν καὶ τὴν χάριν, προφητείας ἀξίως, θεόθεν εἰλήφατε, προθεσπίσαι τὰ μέλλοντα, Κωνσταντίνῳ τῷ Ἄνακτι, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσιν πόθῳ τὴν ἁγίαν μνήμην ὑμῶν.

Δόξα. Ὁ αὐτός. Τὸ προσταχθὲν μυστικῶς.
Τὸ ἐκ Θεοῦ προγνωσθὲν οἱ θεοφόροι, λαβόντες ἄμφω, Ἰωσήφ τε καὶ Νικήτας, πρὸς τὴν Λέσβον ἔπλευσαν, καὶ τῷ Κωνσταντίνῳ, ἐδήλουν λόγοις ἀπλάστοις, καὶ τὴν πολλὴν, ἄνιαν τὴν ἐν ἐκείνῳ μεταβαλεῖν, ἐπειρῶντο οἱ πάνσοφοι, τὴν Βασιλείαν λαβεῖν, προλεγόντες ἐκ Πνεύματος, καὶ πιστεῦσαι παρέπεισαν.

Καὶ νῦν. Τῆς ἑορτῆς.

Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος πλ. α´. Τὸν Συνάναρχον Λόγον.
Θεοφόροι Πατέρες ὡς πρὶν ἐῤῥύσασθε, τῆς λοιμικῆς ἀσθενείας τὸν προσφυγόντα ὑμῖν, καὶ δεόμενον θερμῶς, τυχεῖν ἰάσεως, Ἱερεμίαν τὸν ὑμῶν, οἰκέτην Ἅγιοι πιστὸν, ὁράματι ἐποφθέντες. Οὕτω καὶ νῦν τῶν κατεχόντων παθῶν, πρεσβεύσατε ῥυσθῆναι ἡμᾶς.

Δόξα. Ἦχος δ´. Ἐπεφάνης σήμερον.
Τοὺς τὴν θείαν μνήμην σου, Τριὰς Ὁσίων, ἐν ᾠδαῖς γεραίροντας, καὶ εὐφημοῦντας ἀσινεῖς, σῶζε ταῖς θείαις πρεσβείαις σου, νόσων παντοίων, ψυχῆς τε καὶ σώματος.

Καὶ νῦν. Τῆς ἑορτῆς.

Οἱ Ἀναβαθμοί· τὸ α´ Ἀντίφωνον τοῦ δ´ ἤχου.

Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον (ια´ 27-30). (Ζήτει τῇ Ε´ Δεκεμβρίου, εἰς τὴν Λειτουργίαν).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
 
Ὁ Ν´ Ψαλμός.

Δόξα.
Ταῖς τοῦ σῶν Ὁσίων, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
 
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἰδιόμελον. Ἦχος πλ. β´.
Ἰσάγγελον βιοτὴν, ἐν γῇ βιώσαντες θεοφόροι, ἰσάγγελον ὲν οὐρανῶ παρὰ Θεοῦ ἐκομίσασθε εὔκλειαν, Ιωσὴφ, Νικῆτα, καὶ Ἰωάννη. Μὴ οὖν ἐλλίπητε πρεσβεύοντες Αὐτῷ, τοῦ ἐλεῆσαι καὶ σῶσαι τοὺς τιμώντας ὑμῶν τὸ μνημόσυνον.
 
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου...

Οἱ Κανόνες· πρῶτον τῆς ἑορτῆς καὶ εἶτα τῶν Ἁγίων οἱ ἑξῆς δύω.

Κανὼν α´ τῶν Ἁγίων.
 
Ὠδὴ α´. Ἦχος δ´. Ἀνοίξω τὸ στόμα μου.
Τὸν νοῦν μου καταύγασον, Τριὰς Ἁγίας σαῖς λάμψεσι, καὶ φώτισον δέομαι, τοῦ ἀνυμνῆσαί σου, τὴν τρισάριθμον χορείαν τῶν Ὁσίων, πηγὴ φωτοπάροχε τὴν σὲ δόξασασαν.

Πατέρες θεόφρονες, Τριάδος θείας θεράποντες, ἡμῖν καταπέμψατε, χάριν οὐράνιον, τοῖς γεραίρουσιν, ὑμῶν τὴν πολιτείαν, τὴν ὄντως ἰσάγγελον καὶ ὑπὲρ ἄνθρωπον.

Κόσμον ἀρνησάμενοι, καὶ τὰ ἐν κόσμῳ ἀοίδιμοι, Σταυρὸν δὲ ἀράμενοι, ἐπὶ τῶν ὤμων ὑμῶν τὸν χρηστὸν ζυγὸν, Χριστοῦ τοῦ πρᾳοτάτου, ἐν ᾧ θείαν εὔρατε, ψυχῆς ἀναύπασιν.

Θεοτοκίον.
Δυνάμωσον Δέσποινα, τὸ ἀσθενὲς τῆς καρδίας μου, καὶ στήριξον πάθεσι περιτρεπόμενον, ὅπως πίστει σε, καὶ πόθῳ μακαρίζω, τὴν ᾀειμακάριστον καὶ Παναμώμητον.
 
Ἕτερος Κανών οὗ ἡ ἀκροστιχίς, κατὰ ἀλφάβητον καὶ ἐν τοῖς Θεοτοκίοις· Νικηφόρου.

ᾨδὴ α´. Ἦχος πλ. δ´. Ἀρματηλάτην Φαραώ.
Ἀπὸ χειλέων ἐναγῶν πανάγιοι, ὕμνον προσάδω ὑμῖν, ὁ ῥυπαρὸς ὅλος, ψυχῇ τε καὶ σώματι, ἀλλ᾿ εὐμενῶς προσδέξασθε, χριστομίμητοι τοῦτον, καὶ καθαρθῆναι με πρέσβευε, Τριὰς τῶν Ὁσίων πρὸς Κύριον.

Βίον Ἀγγέλων ἀληθῶς ἰσάγγελοι, διαβιοῦντες ἐν γῇ, Ὅσιοι Πατέρες, ἀσκητῶν τὸ καύχημα, ἀπάθειαν ἐκτήσασθε, καὶ πρὸς ἔνθεον ὕψος, τῶν ἀρετῶν ἀνεδράμετε, καὶ νῦν τοῖς Ἀγγέλοις ἡνῶθητε.

Γέγονας τύπος καὶ κανὼν ἀσκήσεως, ὦ μακαρία Τριὰς, εἶτα κοινοῦ βίου, ἱερῶς προέστητε, Νικῆτα παμμακάριστε, Ἰωάννη θεόφρον, καὶ Ἰωσὴφ παναοίδιμε, λύχνοι παμφαεῖς διακρίσεως.

Θεοτοκίον.
Ναοὶ Τριάδος λογικοὶ γεγόνατε, θεοπρεπῶν ἀρετῶν, τῷ ἐνθέῳ κάλλλει, θείως καλλυνόμενοι, δι᾿ ὅ σου Παναμώμητε, τὸν περίκλυτον τοῦτον, Ναὸν ἐν γῇ ἀνεγείραντο, οἱ σοὶ θεοφόροι θεράποντες.

ᾨδὴ γ´. Τοὺς σοὺς ὑμνολόγους.
Ποθοῦντες τυχεῖν τῶν ουρανίων, τερπνῶν καὶ ἀῤῥήτων ἀγαθῶν, σπηλαίῳ ἐνωκήσατε, μόνῳ Θεῷ προσέχοντες, Πατέρες πανσεβάσμιοι, ὧν νῦν τυχόντες ἀγάλλεσθε.

Ἠλίαν ζηλοῦντες τὸν Προφήτην, καὶ τρίβοι ταῖς θείαις ἀπλανῶς, τοῦ Βαπτιστοῦ ἐπόμενοι, Πατέρες οὐρανόφρονες, τὸν βίον διηνύσατε, ἐνθέως πάντα ἀοίδιμοι.

Προβάτειον ὄρος ἡγιάσθη, Ὁσίων τοῖς βήμασι τριῶν, ἐκεῖ δὲ κατεπάτησαν, τὴν κεφαλὴν τοῦ ὄφεως, τοῦ ἐν Ἐδὲμ τὸ πρότερον, Ἀδὰμ καὶ Εὔαν πτερνίσαντος.

Θεοτοκίον.
Ἐξ ὕψους τοῦ ὄρους καθεώρων, ἐν ἄλσει τὸ σύνεγγυς νυκτὸς, φῶς ἀπαστράπτον Πάναγνε, ὡς Μωϋσῆς ἐν ὄρει Σινᾷ, ἔνθα εἰκόνα εὔροσαν, σοῦ τῆς Θεοτόκου οἱ Ὅσιοι.

Ἕτερος. Ὁ στερεώσας κατ᾿ ἀρχάς.
Δαυϊτικῶς τοὺς ὀφθαλμοὺς, εἰς τὰ οὐράνια ὄρη, τῆς ψυχῆς ὑμῶν Πατέρες ὑψοῦντες, ἐξῃτεῖσθε ἐκτενῶς, θεόθεν τὴν βοήθειαν, ἧσπερ ἐπιτυχόντες, ἰσχὺν δαιμόνων ὠλέσατε.

Ἐπὶ τῶν θείων ἐντολῶν, τὴν ἀῤῥαγῆ Χριστοῦ πέτραν, ἐπεστήσατε ἑδραίως τοῦς πόδας, θεοφόροι τὴν ὁδὸν, τὴν κατὰ βίον ἅπασαν, ἀπτώτως διελθόντες, ἐν οὐρανοῖς ἐσκηνώσατε.

Ζωὴν θεόφρονες σοφῶς, τὴν κατὰ κόσμον μισοῦντες, καὶ πτερούμενοι Χριστοῦ τῇ ἀγάπῃ, ᾐρετίσασθε οἰκεῖν, ἐν ἐρημίᾳ Ὅσιοι, τὴν μακαρίαν ὄντως, ζωὴν ποθοῦντες καὶ ἄληκτον.

Θεοτοκίον.
Ἰσχύν μοι δώρησαι Ἁγνὴ, κατὰ παθῶν ὀλεθρίων, καὶ πρεσβείαις σου περίζωσον κράτος, κατ᾿ ἐχθρῶν τῶν νοητῶν, καὶ αἰσθητῶν ἐκλύτρωσαι, τῆς ἐπηρείας Κόρη, τὸν ἱσχυρὸν ἡ κυήσασα.

Κάθισμα. Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον.
Ἐν ἀσκήσει ἐκλάμψαντες νοητῶς, ὡς τρισήλια φῶτα ἐπὶ τῆς γῆς, θαύμασιν ἐκλάμπετε, τὰ τῆς Χίου πληρώματα. Δι᾿ ὅ, ληστὰς βαρβάρους, ἀθέους αἰθίοπας, τῇ Μονῇ προσελθόντας, ὡς ταύτην συλύσοντας, καὶ πρὸς Ναὸν τὸν θεῖον, τὸν ὄντως πανθαύμαστον, ἄνω ἀναβάντας, καὶ ὀρύζοντας σμύλῃ, πῦρ ἀθρῶον πέμψαντες, τούτους ἀπετρεφώσατε, καὶ τὸ θαῦμα κηρύττεται, ἕως τοῦ νῦν ἐν τῇ Μονῇ. Ἡ δἐ ὀπὴ τοῦτο δείκνυσιν, ἐν τῇ γῇ ὁρωμένη πανθαύμαστη.
 
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

ᾨδὴ δ´. Τὴν ἀνεξιχνίαστον.
Γνωρίσαι ποθοῦντες, τὶ ἄρα τὸ φῶς, σπουδῇ θεοφόροι ἀπήρξασθε, τὸ ἄλσος καίειν, ἀλλὰ ἔστη θαυμαστῶς, ἡ φλὸξ ἡ ὑπερβάλλουσα, τῆς μυρσίνης ὅλως μὴ ψαύσασα.

Πόῤῥωθεν ὁρῶντες, τὸ θαῦμα ὑμεῖς, ἐκθαμβοι γεγόνατε Ἅγιοι, ὅτι τῆς μύρτου, οὐ καθήψατο τὸ πῦρ, ἔνθεντοι προσπελάσαντες, εὕρατε εἰκόνα τὴν Ἄχραντον.

Πρὸ τῆς νομικῆς ὀρχούμενος Κιβωτοῦ, πάλαι μὲν Δαυῒδ ὁ θεόληπτος, ἔψαλλε χαίρων, τῇ εἰκόνι δὲ ὑμεῖς, γονυκλιτοῦντες Ὅσιοι, λίαν ἀσυγκρίτως ἠγάλλεσθε.

Θεοτοκίον.
Ὅτε τὴν εἰκόνα σου εἶδον Ἁγνὴ, ἡδονῆς ἀφθάρτου ἐπλήσθησαν, καὶ εὐφροσύνης, οἱ θεράποντες οἱ σοὶ, ὑμνοῦντες καὶ δοξάζοντες, τὴν σὴν πρὸς αὐτοῦς θείαν πρόνοιαν.

Ἕτερος. Σύ μου ἰσχύς, Κύριε.
Ἡσύχῳ νῷ, Ὅσιοι Θεῷ ἐνούμενοι, τῶ ἀΰλως, ψυχαῖς ἐμβατεύοντι, ταῖς καθαραῖς, καὶ τῶν ἀρετῶν, κατηγλαϊσμέναις, ταῖς λαμπηδόσι μακάριοι, προέγνωτε τὰ πόῤῥω, ὡς παρόντα βεβαίως, καὶ ἐκ τούτου τοῖς πᾶσιν ἐγνώσθητε.

Θεὸς ἡμᾶς, θαύμασι δοξάσας ἔδειξεν, ἐν τῷ κόσμῳ, καὶ σαφῶς ἐγνώρισε, Νικῆτα μάκαρ, σὺν Ἰωσὴφ, καὶ τῷ Ἰωάννῃ, καὶ ἰδιώταις καὶ ἄρχουσι, πρὸς δὲ καὶ βασιλεῦσιν, ὡς Προφήτας ἐνθέους, τῶν μελλόντων, Πατέρες θεσπέσιοι.

Ἰλὺν παθῶν, πρότερο ἀποξηράναντες, ἐν ἀσκήσει, θεῖοι κακουχούμενοι, καὶ ἀπαθείας τῷ ἀγνισμω, ὅλως ἁγνισθέντες, καὶ ἀρετῶν ταῖς ἐλλάμψεσι, τὸν νοῦν καταυγασθέντες, ἐσομένων τὴν γνῶσιν, θεοφόροι θεόθεν ἐδέξασθε.

Θεοτοκίον.
Κλίμαξ σὺ εἶ, Ἄχραντε, ἤν ἐθεάσατο, τεταμένων γῆθεν πρὸς οὐράνια, ὁ Ἰακὼβ πάλαι μυστικῶς, δι᾿ ἧς οὐρανόθεν, εἰς γῆν κατῆλθεν ὁ Ὕψιστος, καὶ ἔσωσεν εὐσπλάγχνως, τῶν ἀνθρώπων τὸ γένο, καὶ πρὸς ἔνθεον δόξαν ἀνήγαγεν.

ᾨδὴ ε´. Ἐξέστη τὰ σύμπαντα.
Ἐνθέως Πανάχραντε, καὶ εὐλαβῶς κατέχοντες, τὴν σὴν πανσεβάσμιον εἰκόνα, καὶ εἰς τὸ ὄρος ἀναδραμόντες σπουδῇ, ἀπέθεντο ἐν τῷ ἑαυτῷ, σπηλαίῳ γηθόμενοι, ὥσπερ θεῖον κειμήλιον.

Χαρᾶς ένεπλήσθητε, ἀῤῥήτου ὦ θειότατοι, Πατέρες ἐπὶ τῇ ἀνευρέσει, τοῦ θείου τύπου τῆς Θεοτόκου Ἁγνῆς, νυκτὸς δὲ ἀπειοῦντος ἀφ᾿ ὑμῶν, ὅλη μετεβάλετο, ἡ χαρὰ εἰς κατήφειαν.

Ἡρέτισας Ἄχραντε, τέμενος δομηθῆναί σοι, ἐνταῦθα ἔνθα ἡ σὴ εὐρέθη, εἰκὼν ἡ θεία, δι᾿ ὃ οὐχ ἅπαξ καὶ δὶς, ὤ θαῦμα φρικτὸν ἀποχωρεῖ, τοῦ σπηλαίου θέουσα, εἰς τὴν μύρτον τὴν θάλλουσαν.

Θεοτοκίον.
Ἐξέστησαν ὅτε σου, τὸ τῆς μορφῆς εἰκόνισμα, Παρθένε οἱ Ἅγιοι ἑώρων, ἐπὶ τῶ θάλλει τῷ τῆς μυρσίνης, καὶ πῶς. ὡς ἔμπνουν ἐχρήσατο φυγῇ, ἀποροῦντες ἔκραζον, μἐγα θαῦμα ὃ γέγονεν.

Ἕτερος. Ἵνα τί με ἀπώσω.
Κεκρυμμένοι σπηλαίῳ, κατὰ τοῖς ἐν τῷ κόσμῳ διάγοντες ἄγνωστοι, θαῦμα μέγα θεῖοι, πῶς λαμπροὶ καὶ ἐπίσημοι ὤφθητε. Τῆς δὲ βασιλείας, τῇ ἀσφαλεῖ ποσαγορεύσει, βασιλεῦσι καὶ πᾶσι ἐγνώσθητε.

Λύχνοι τὸν Μονομάχον, προφητείας τῷ φέγγει καταφωτίζοντες, ὤφθητε Πατέρες, προδηλοῦντες ἀδήλων τὴν δήλωσιν, ὅτι πάντως ἕξει, παρὰ Θεοῦ τὴν Βασιλείαν, καὶ ἀχλὴν τὴν τῆς λύπης ἐλύσατε.

Μετ᾿ αἰδοῦς τε καὶ πόθου, τὸν αὐτοῦ δακτύλιον ὑμῖν παρέχετο, ἀσφαλείας χάριν, θεοφόροι Πατέρες καὶ σύμβολον, τῶν ὑπεσχημένων, ὁ Κωνσταντῖνος ὡς εὐγνώμων, πρὸς ὑμᾶς ὦ Τριὰς θεοδόξαστε.

Θεοτοκίον.
Ἡδονῆς μοι ἀφάτου, πρόξενος καθίσταται ὁ θεῖος οἶκός σου, Ἄχραντε Παρθένε, ὃν οἱ θεῖοι Πατέρες ἀνήγειραν, μεγαλοπρεπείας, βασιλικῆς ὑπάρχων ἔργον, καὶ χειρὸς φιλοτίμου κατόρθωμα.

ᾨδὴ στ´. Τὴν θείαν ταύτην.
Τίς ἂν ἀξίως ὑμνήσειε, τοὺς πόμους οὓς ὑμεῖς ὑπεμείνατε, Πατέρες τίμιοι, ὅπως Ναὸν τὸν περίκλυτον, τοῦτον ἐξεγερῆτε τῇ Θεομήτορι.

Ἐκ γὰρ τῆς Χίου ἀπάραντες, πρὸς τὴν πλησίον Λέσβον ἐδράμετε, νεύσει τῇ κρείττονι, ἵνα σαφῶς προφητεύσητε, τῷ Μονομάχῳ πάντα τὰ γενησόμενα.

Ἐν ὕψει λάμποντες Ἅγιοι, ἐνθέου πολιτείας προέγνωτε, νοῦ καθαρότητι, καὶ προηγγείλατε χάριτι, περὶ ἀρχῆς τῶν ὅλων καὶ διαδήματος.

Θεοτοκίον.
Ἁγνὴ Παρθένε Θεόνυμφε, ἡ Δέσποινα ἁπάσης τῆς κτίσεως, ἥνπερ ηὐδόκησας, Μονὴν ἐνταῦθα γενέσθαι σοι, ἐξ ἐπηρείας πάσης σῶζε πρεσβείαις σου.

Ἕτερος. Ἱλάσθητί μοι Σωτήρ.
Νόμοις Χριστοῦ ἱεροῖς, ὑπείκοντες πανσεβάσμιοι, νόμος σεπτὸς καὶ κανὼν, καὶ θεῖον ὑπόδειγμα, ἄσκήσεως ὤφθητε, καὶ μονήρους βίου, θεία ὄντως διατύπωσις.

Ξενώσαντες ἑαυτοὺς, τῶν ἐπὶ γῆς οὐρανόφρονες, καὶ τὰ ἐν βίῳ τερπνὰ, σοφῶς καταλείψαντες, Θεῷ ᾠκειώθητε, Ὅσιοι Πατερές, διὰ βίου καθαρότητα.

Οἶκος τῷ πάντων Θεῷ, καὶ ἱερὸν ἐνδιαίτημα, κτισθέντες τῶν ἀρετῶν, τοῖς λίθοις μακάριοι, Ναὸν χειροποίητον, ἀνεγεῖραι θεῖον, τῇ Παρθένῳ ἠξιώθητε.

Θεοτοκίον.
Φωνῆς τῶν σῶν οἰκετῶν, ἐπάκουσον Παναμώμητε, τῶν εὐλαβείᾳ ψυχῆς, καὶ πόθῳ βοώντων σοι, ἐν Ναῷ τῆς δόξης σου, πρὸ τῆς σῆς εἰκόνος, καὶ παράσχου τὰ αἰτήματα.

Κοντάκιον. Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.
Τοὺς τρεῖς Πατέρας τοὺς σεπτοὺς νῦν μακαρίσωμεν, ὡς τὰ τοῦ κόσμου ἅπαντα καταφρονήσαντας, σπηλαίοις τε καὶ ὄρεσι κατοικοῦντες, ἀλλ᾿ ὡς ἔχοντες τὴν χάριν τὴν οὐράνιον, ἐκ τοῦ ὕψους ἡμῖν, πᾶσον χάριν πέμψατε· ὅπως κράζομεν· Χαίρετε Πατέρες τίμιοι.

Ὁ Οἶκος.
Ὡς Ἄγγελοι ἐπίγειοι, καὶ ἄνθρωποι οὐράνιοι, ἐπὶ τῆς γῆς οἰκοῦντες μακάριοι, ἐφάμιλλον αὐτοῖς τὸν βίον διηνύσατε, σκύβαλα πάντα κατὰ Παύλον ἡγησάμενοι. Ὅθεν καὶ τὸν ὕμνον ἐπάξιον μέλμποντες ὑμῖν βοῶμεν·Χαίρετε, δι᾿ ὧν ὁ Χριστὸς ἐδοξάσθη·χαίρετε, δι᾿ ὧν ὁ ἐχθρὸς κατησχύνθη.Χαίρετε, τῶν μοναστῶν ἡ κρηπὶς, καὶ τὸ στήριγμα·χαίρετε, τῶν μιγάδων, ἀρετῆς τὸ ὑπόδειγμα.Χαίρετε, ὅτι περιβόητον Μονὴν άνεδείμασθε ἐν γῇ·χαίρετε, ὅτι Ναὸν περικαλλῆ, ἐκ βάθρων ἠγείρατε ἐν αὐτῇ.Χαίρετε, οἱ ἐν σπηλαίῳ διὰ βίου οικοῦντες·χαίρετε, οἱ μετὰ τέλος τοῖς Ἀγγέλοις συνόντες.Χαίρετε, οἱ τῷ Μονομάχῳ τὰ μέλλοντα ἐξειπόντες·χαίρετε, οἱ τῶν δεομένων τὰς αἰτήσεις πληροῦντες.Χαίρετε, Πατέρες τίμιοι.

Συναξάριον.
Τῇ Κ´ τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ Ἁγίου Μάρτυρος Θαλλελαίου.
Στίχοι.
Ἀκέστορι τμηθέντι τῷ Θαλλελαίῳ,Θεὸς βοτάνην πρὸς λύσιν πέμπει πάθους.
Εἰκοστῇ Θαλλέλαιος τὴν κεφαλὴν ἀπεκάρθη.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀλεξάνδρου καὶ Ἀστερίου τῶν διατελεσάντων βασανιστῶν τοῦ Ἁγίου Θαλλελαίου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Ἱσαποστόλου Λυδίας τῆς Φιλιππησίας τῆς πορφυροπώλιδος.
Στίχοι.
Πανοικεὶ πιστεύσασα Χριστῷ Λυδία.Ἐν Φιλίπποις πέφηνεν ἀρχὴ Ἁγία.
Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀσκλᾶ, ὅστις, ἐν ποταμῷ ῥιφείς, τελειοῦται.
Στίχοι.
Αἰγύπτιος τὴν γλῶσσαν Ἀσκλᾶς πῦρ φέρει,Δι᾿ ἔνθεον κήρυγμα γλωσσῶν ἐμπόρων.
Οἱ τρεῖς ὅσιοι καὶ θεοφόροι Πατέρες ἡμῶν Νικήτας, Ἰωάννης καὶ Ἰωσήφ, οἱ κτίτορες τῆς ἐν Χίῳ ἱερᾶς καὶ βασιλικῆς Νέας Μονῆς, ἐν εἰρήνῃ τελειοῦνται.
Στίχοι.
Οἱ τρεῖς Ὅσιοι τῇ Ἁγίᾳ Τριάδι,Σὺν τοῖς ἀΰλοις νῦν παρίστανται νόοις.
Τῇ αὐτῇ ἡμέρᾳ ἡ ἀνακομιδὴ καὶ μετακομιδὴ τοῦ λειψάνου τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Νικολάου Μύρων τῆς Λυκίας τοῦ θαυματουργοῦ.
Στίχοι.
Φάνας ὁ νεκρός σου, θεόφρον, τὴν ἕω,Ἔφανεν αὖθις καὶ δύσιν τεραστίοις.
Ὁ Ὅσιος Πατὴρ ἡμῶν Θαλάσσιος ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι.
Ὁ Θαλάσσιος καὶ κατοικήσας τάφον,Βλύζει θαλάσσας χαρίτων ἐκ τοῦ τάφου.
Ὁ Ὅσιος Μᾶρκος ὁ ἐρημίτης ἐν εἰρήνῃ τελειοῦται.
Στίχοι.
Δίδωσι Μάρκῳ τῆς Ἐδὲμ κῆπον μέγαν,Ὁ κῆπον εὑρὼν εἰς ταφὴν Χριστὸς πάλαι.
Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις τῆς εὐρέσεως τῶν λειψάνων τοῦ Ἁγίου Ἀλεξίου Μητροπολίτου Μόσχας καὶ πασῶν Ῥωσσιῶν.
Ταῖς αὐτῶν πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ´. Οὐκ ἐλάτρευσαν.
Ὡς ἐπέγνωτε, τὸν Κωνσταντῖνον Ὅσιοι, τὰ σκῆπτρα δέξασθαι, αὐτῷ ἐλθόντες σπουδῇ, τὸν αὐτοῦ δακτύλιον ἐπεδεικνύετε, ὃς ἀνέμνησεν τῶν ἐν τῇ Λέσβῳ πρότερον, πρὸς ὑμᾶς ἐπηγγελμένων.

Εὐγνωμόνως, οὖν Πατέρες ὁσιώτατοι, εὐθὺς ἀπέστειλεν, οἰκοδομῆσαι Ναόν, ὡς ὑμῖν ὑπέσχετο περικαλλέστατον, ὃν ἀνέθετο, τῇ μόνῃ Θεομήτορι, Βασιλείου κράτους δεῖγμα.

Ὁσιώτατοι Πατέρες καὶ θειότατοι, πόθῳ γεραίρομεν, πόνους ὑμῶν τοὺς πολλοὺς, τῆς θείας ἀσκήσεως, καὶ τοὺς καμάτους δὲ, οὓς ὑπέστητε, κατά τε γῆν καὶ θάλατταν, τῆς Μονῆς ἕνεκα ταύτης.

Θεοτοκίον.
Παναμώμητε Παρθένε καθικέτευε, ὃν ἐσωμάτωσας, φιλάνθρωπον Ἰησοῦν, φυλάττειν τὴν ποίμνην σου, ἐξ ἐπηρείας τε, καὶ κακώσεως, ἐχθρῶν παντοίων ἵνασε, ὡς προστάτιδα γεραίρῃ.

Ἕτερος. Παῖδες Ἑβραίων.
Ποίαις ἀσμάτων εὐφημίαις, στεφανώσωμεν ἀξίους τοὺς Ὁσίους; Τοὺς προστάτας ἡμῶν, καὶ θείους εὐεργέτας, καὶ πρεσβευτὰς πρὸς Κύριον, εὐπροσδέκτους εἰς αἰῶνας;

Ῥύσασθε ποίμνην τὴν τιμῶσαν, τὴν πανίερον καὶ θείαν ὑμῶν μνήμην, ἐξ ἐχθρῶν αἰσθητῶν, καὶ νοητῶν Πατέρες, καὶ ἐκ Θεοῦ αἰτήσατε τὴν εἰρήνην εἰς αἰῶνας.

Σῶμα νεκρώσαντες ἐν κόσμῳ, ἀπελάβετε ζωὴν τὴν αἰώνιαν, θεοφόροι Χριστῷ, συνόντες εἰς αἰῶνας, καὶ σὺν Ἀγγέλοις ψάλλοντες: ὁ Θεὸς εὐλογητὶς εἶ.

Θεοτοκίον.
Ὄμματα νοῦν καὶ τὴν καρδίαν, Παναμώμητε πρὸς σὲ νῦν ἀνατείνω, πρεσβειῶν σου φωτὶ, ὅλον καταύγασόν με, καὶ πρὸς τὸ θεῖον θέλημα, καθοδήγησον Παρθένε.

ᾨδὴ η´. Παῖδας εὐαγεῖς.
Τύποι καὶ κανόνες ἐν τῇ Χίῳ, ἀσκήσεως πρῶτοι ὤφθητε σεβάσμιοι, πάντων γὰρ ἀφέμενοι, καὶ Χριστῷ ἐπόμενοι, ἀύλως βιώσαντες, πᾶσιν ἐγνώσθητε, μιγάσι τε καὶ Μονασταῖς ἡ στάθμη, θείας πολίτειας καὶ οὺρανίου βίου.

Τριὰς σεβασμία τῶν Ὁσίων, Τριἀδα τὴν Παναγίαν ἱκετεύσατε, δοῦναι ἡμῖν ἄφεσιν, τῶν ἁμαρτιῶν ἡμῶν, ὡς παῤῥησίαν ἔχοντες πολλὴν πανεύφημοι, δεήσεις πρὸς Αὐτὴν ἀναφέρει, ὑπὲρ τῶν τιμώντων τὴν θείαν ὑμῶν μνήμην.

Θεῖον θησαυρόν θείων χαρίτων, τὴν λάρνακα τῶν λειψάνων ὑμῶν Ἅγιοι, ἔχοντες δοξάζομεν, τὸν ὑμᾶς δοξάσαντα, καὶ πίστει ἀσπαζόμενοι ἀγιαζόμεθα. Ἡ θεία γὰρ τοῦ Πνεύματος χάρις, μένει ἀχωρίστως, ἐν τοῖς ὑμῶν ὁστέοις.

Θεοτοκίον.
Σὺ μου σκέπη εἶ καὶ προστασία, Παρθένε Ἁγνὴ, ἀντίληψις καὶ λύτρωσις, τεῖχος καὶ ἀσφάλεια, ὅθεν μεγαλύνω σε, ἡ σὴ Μονὴ κυηρύττουσα τὰς δυναστείας σου, πρὸς ἅπαντας, ὅτι καὶ νῦν ἡ Μύρτος, ἄφλεκτος ἐσώθη, ὥσπερ ἡ βάτος πάλαι.

Ἕτερος. Τὸν ἐν Ὄρει Ἁγίῳ.
Τῷ ἀστέκτῳ, νῦν παρεστῶτες θρόνῳ, τῆς Τριάδος, τρισάριθμοι Πατέρες, τῆς τριλαμποῦς πληρούμενοι λαμπρότητος, χαίροντες ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοῦς αἰῶνας.

Ὑπερφώτου, Τριάδος ταῖς ἀκτῖσι, τῶν Ὁσίων, ἡ τριφεγγὴς χορεία, ἐλλαμπομένη σὺν Ἀγγέλων τάγμασι, θείως γηθομένη, μέλπει ἀσιγήτως, Αὐτὴν εἰς τοὺς αἰῶνας.

Φεγγοβόλοις, αὐγαῖς φωτὸς ἀδύτου, τῆς τριφώτου, καὶ τριφεγγοῦς Οὐσίας, Πατέρες θεῖοι καταγλαϊζόμενοι, ἄδοντες ὑμνεῖτε καὶ ὑπερυψοῦτε Αὐτὴν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.
Ῥῦσαι ποίμνην, τὴν σοὶ ἀνακειμένην, Θεοτόκε, Πανύμνητε, Παρθένε, ἐκ τῆς ὁρμῆς τοῦ νοητοῦ με λέοντος, τοῦ ὀρυομένου, καὶ καταπιεῖν με, ζητοῦντος καὶ ὀλέσαι.

ᾨδὴ θ´. Ἅπας γηγενὴς.
Τίς μὴ ἐκπλαγῇ, Πατέρες θειότατοι, τοὺς ὑπὲρ ἄνθρωπον, πόνους τὴς ἀσκήσεως, καὶ τοὺς ἀγῶνας οὓς διηνύσατε, νηστείαις καὶ δεήσεσιν ἐνασχολούμενοι, ἐνοικοῦντες φάραγξι κρυμνώδεσι, τῷ δὲ θείῳ πόθῳ πυρούμενοι.

Δέξασθε σεπτοὶ, ᾠδὴν ὑμνητήριον, καὶ καταπέμψατε, τῷ δὲ ἐκ πονήσαντι, καὶ τοῖς συμψάλλουσι χάριν ἄνωθεν, ὅπως ὀρθῶς βιώσαντες, ζωὴν αἰώνιον, θεοφόροι, δι᾿ ἱκεσιῶν ἡμῶν, πρὸς Χριστοῦ τοῦ Θεοῦ ἀπολαύσωσι.

Δέσποτα Χριστὲ, πρεσβείαις δεξάμενος, τῆς κυησάσης σε, καὶ τῶν ἄνω τάξεων, τῶν Ἀποστόλων καὶ τῶν Μαρτύρων σου, Ἱεραρχῶν Ὁσίων τε, ἡμᾶς ἐλέησον καὶ παράσχου, ἄφεσιν τοὶς δούλοις σου, τῶν πολλῶν ἐγκλημάτων ὡς εὔσπλαγχνος.

Θεοτοκίον.
Δέσποινα Ἁγνὴ, ὡς πάλαι ἐτήρησας, τὴν μύρτον ἄφλεκτον, οὕτω τὴν Μονὴν τὴν σὴν, φρούρει, συντήρει καὶ διαφύλαττε, ἐκ πάσης περιστάσεως, ταῖς σαῖς δεήσεσιν, ἵνα ὑμνῶμεν καὶ πιστῶς δοξάζωμεν, σὲ Παρθένε, ἡμῶν προστατεύουσαν.

Ἕτερος. Ἔφριξε πᾶσα ἀκοή.
Χαῖρέ σοι ᾄδω ἐκ ψυχῆς, ὦ τριὰς τῶν ἀσκητῶν θεοσύλλεκτε, καὶ θεοτίμητε, ἣ τὴν Τριάδα τὴν ὁμοούσιον, ἔργοις ἐνθέοις ἱερῶς, βιοῦσα ἐδόξασας, καὶ νῦν ἀπείληφας, τὰ βραβεῖα, τῶν σῶν πόνων ἐπάξια.

Ψάλλων ἐν Πνεύματι Δαβίδ, τῶν Ὁσίων ὁ θειότατος θάνατος, τίμιος ἔναντι, ἔφη Κυρίου, καὶ ὁ σοφώτατος, φάσκει δικαίων αἱ ψυχαὶ, χειρὶ ἐνυπάρχουσι, Θεοῦ τοῦ σώζοντος, καὶ οὐ μὴ αὐτῶν καθάψηται βάσανος.

Ὦ σεβασμία μοι τριὰς, ὦ χορεία τῶν Ὁσίων θεόλεκτε, λαμπὰς ἡ τρίφωτος, Τριάδος θείας, θεῖοι θεράποντες, τῷ ἐγκωμίοις ἱεροῖς, καὶ ὕμνοις δοξάσαντι ὑμᾶς πανεύφημοι, ὀφλημάτων ἐξαιτεῖτε τὴν ἄφεσιν.

Θεοτοκίον.
Οὐκ ἠδυνήθη τῆς φλογὸς, τῆς μυρσίνης τὸ χλοάζον λυμῃνασθαι, ἡ ὑπερβάλλουσα, δύναμις Κόρη, μόνη Πανάχραντε, ὡς οὐδὲ πάλαι ἐν Σινᾷ, τὴν βάτον οὐκ ἔφλεξεν, ἥ προετύπου σε, μυστικῶς τῷ Μωϋσῇ, καὶ εἰκόνιζεν.

ξαποστειλάριον. Τοῖς Μαθηταῖς συνέλθωμεν.
Τὸν δρόμον διανύσαντες, ἀπλανῶς θεοφόροι, τῆς ἱερᾶς ἀσκήσεως, πρὸς σκηνώματα καὶ σὺν πᾶσι, τῶν Ἁγίων τοῖς δήμοις, ἐνδόξως, ἐσκηνώσατε, καὶ τρυφῆς τῆς ἀλήκτου, ἐν μετοχῇ, γενόμενοι πάντως τῇ ἀνεκφράστῳ, ἀγάλλεσθε μακάριοι, τῷ Θεῷ παρεστῶτες.

Μετὰ τῆς Θεομήτορος, καὶ Παρθένου Μαρίας, Νικῆτα παμμακάριστε, καὶ Ἰωσὴφ θεόφρον, σὺ τῷ κλεινῷ Ἰωάννῃ, τῷ Θεῷ παρεστῶτες, τῷ κόσμῳ τὰ σωτήρια, ἐξαιτεῖτε ἀπαύστως, καὶ τῇ αὐτῶν, ποίμνῃ ὁνόνοιαν καὶ εἰρήνην, ἥν περιεποιήσασθε ἐν ἀτρύτοις καμάτοις.

Καὶ τὸ τῆς ἑορτῆς.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν στίχους δ´ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος πλ. δ´. Ὢ τοῦ παραδόξου θαύματος.
Πάτερ Νικῆτα μακάριε, σὺ ὄντως νίκη Θεοῦ, ἐπαξίως ὠνόμασαι, ὡς νικήσας Ὅσιε, τοὺς ἀσάρκους ὁ ἔνσαρκος. Τὸν δὲ Σταυρόν σου, ἄναλαβόμενος, τῶ θείῳ λόγῳ κατηκολούθησας, ἔχων ἀκλόνητον, τὴ ψυχὴν καὶ ἄκαμπτον πρὸς πειρασμοὺς, τοὺς ἐπαγομένους σοι, ἐξ ἀοράτων ἐχθρῶν.

Ὦ Ἰωάννη θεόσοφε, τῶν ἀρετῶν ἡ κρηπίς, μοναζόντων τὸ καύχημα, τῆς ἐνθέου χάριτος, ἐπαξίως ἐπώνυμος, ὁ τοῦ Προδρόμου, τοῖς θείοις ἴχνεσιν, ἀκολουθήσας καὶ μιμησάμενος, τὸ ὀρεσίτροφον, σὺν τοῖς θεοφόροις σου συνασκηταῖς, μεθ᾿ ὧν νῦν ὑμνούμενος, ἡμῶν μνημόνευε.

Νενεκρωμένον με ζώωσον, ταῖς τῶν παθῶν προσβολαῖς, τεθαμμένον ἀνάστησον, Ἰωσὴφ πανάριστε, τοῦ παγκάλλου ὁμώνυμε, τῆς σωφροσύνης στάθμη ἡ ἔνθεος, ὁ καταισχύνας, τὸν πολυμήχανον, ὄφιν τὸν δόλιον, καὶ τῆς Εὔας Ὅσιε τὸν πτερνιστὴν, τὸν εὶς ὕψος ἄμετρον, κατακαυχώμενον.

Χίου, τὰ θεῖα βλαστήματα, τὴν ἱερὰν πρὸς Θεὸν, ἀπαρχὴν εὐφημήσωμεν, ἱερῶς φιλέορτοι, καὶ σεπτὸν ἀκροθίνιον, ἐν ἐτησίοις, ὕμνοις γεραίροντες, τοὺς τούτων ἄθλους καὶ τὰ παλαίσματα, καὶ τὴν τοῦ σώματος, τῆξίν τε καὶ νέκρωσιν, δι᾿ ὧν Χριστῷ, προσφοραὶ προσήχθησαν, λίαν εὐπρόσδεκτοι.

Δόξα. Ἦχος πλ. δ´.
Τῶν Μοναστῶν ἡ πληθύς, τοὺς καθηγητὰς καὶ ἀρχηγοὺς ἡμῶν Πατέρας, ἀξίως τιμήσωμεν. Οὗτοι δὲ οἱ ἀξιοθαύμαστοι, τὴν σεμνὴν καὶ τεθλιμμένην τῆς ἀσκήσεως ὁδὸν, ἀσφαλῶς ὁδεύσαντες, ζωὴν αἰώνιον, καὶ ἀνάπαυσιν εὗρον αΐδιον, καὶ τῆς μακαρίας ἐκείνης τοῦ Κυρίου φωνῆς, ἀκοῦσαι κατηξιώθησαν. Εὖ δοῦλοι ἀγαθοὶ καὶ πιστοὶ, οἱ τῆς ἡμέρας τὸ βάρος βαστάσαντες, καὶ τὸ δοθὲν ὑμῖν τάλαντον αὐξήσαντες, εἰσέλθετε εἰς τὴν χαρὰν τοῦ Κυρίου ἡμῶν, αἰωνίως ἀγαλλόμενοι.

Καὶ νῦν. Τῆς ἑορτῆς.
 
Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
 
Τὰ Τυπικὰ καὶ οἱ Μακαρισμοί, καὶ ἐκ τῶν Κανόνων τῶν Ὁσίων ἡ γ´ καὶ ἡ στ´ ᾠδή.
Ἀπόστολον καὶ Εὐαγγέλιον τοῦ Ἁγίου Ἀντωνίου.

Ἀπόστολος. Πρὸς Ἑβραίους (ιγ´ 17-21). (Ζήτει τῇ Στ´ Δεκεμβρίου, τοῦ Ἁγίου Νικολάου).
 
Προκείμενον. Ἦχος βαρύς. (Ψαλμὸς ριε´).
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.
Στίχ. Τί ἀνταποδώσωμεν τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκεν ἡμῖν;

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.
Ἀδελφοί, πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσοντες· ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσι καὶ μὴ στενάζοντες· ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο. Προσεύχεσθε περὶ ἡμῶν· πεποίθαμεν γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν, ἐν πᾶσι καλῶς θέλοντες ἀναστρέφεσθαι. Περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι, ἵνα τάχιον ἀποκατασταθῶ ὑμῖν. Ὁ δὲ Θεὸς τῆς εἰρήνης, ὁ ἀναγαγὼν ἐκ νεκρῶν «τὸν ποιμένα τῶν προβάτων» τὸν μέγαν «ἐν αἵματι διαθήκης αἰωνίου», τὸν Κύριον ἡμῶν Ἰησοῦν, καταρτίσαι ὑμᾶς ἐν παντὶ ἔργῳ ἀγαθῷ εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ, ποιῶν ἐν ὑμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.

Ἀλληλούϊα (γ´). Ἦχος πλ. β´. (Ψαλμὸς ρια´).
Στίχ. Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα.
Ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα.
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν (στ´ 17-23).(Ὁσιακόν, τῆς ΙΖ´ Ἰανουαρίου, ὅπερ ζήτει τῇ Παρασκευῇ τῆς Β´ ἑβδομάδος Λουκᾶ).
Τῷ καιρῷ ἐκείνῳ, ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν, καὶ οἱ ὀχλούμενοι ἀπὸ πνευμάτων ἀκαθάρτων, καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρ᾿ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας. Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγε· μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσι καὶ ἐκβάλωσι τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. Χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ.

Κοινωνικόν.
Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.

Μεγαλυνάρια.
Τοὺς τῶν μοναζόντων καθηγητὰς, καὶ τῶν μονοτρόπων, διδασκάλους καὶ ὁδηγοὺς, τοὺς ἀναφανέντας ἐν Χίῳ θείου βίου, ὑπόδειγμα ἐν ὕμνοις ἀνευφημήσωμεν.
Ποίμνην τὴν τιμῶσάν σε, ὦ τριὰς, τῶν κλεινῶν Ὁσίων, διατήρησον ἀσινῆ, ἐκ παντοίας βλάβης, αὐτῇ ἐπερχομένης, ταῖς πρὸς Θεὸν ἀλήκτοις σου παρακλήσεσι.
ΒΙΟΣ ΚΑΙ ΠΟΛΙΤΕΙΑ ΤΩΝ ΟΣΙΩΝ ΝΙΚΗΤΑ, ΙΩΑΝΝΟΥ ΚΑΙ ΙΩΣΗΦ ΚΤΙΤΟΡΩΝ ΤΗΣ ΕΝ ΧΙῼ ΝΕΑΣ ΜΟΝΗΣ
Εὐλόγησον Πάτερ.
Οἱ τρισμακάριοι οὗτοι, καὶ θειότατοι Πατέρες καὶ ἀσκηταὶ, ὑπῆρχον ἐν τοῖς χρόνοις Μιχαὴλ τοῦ Παφλαγῶνος, καὶ τοῦ Καλαφάτου Μιχαὴλ τοῖν βασιλέοιν. Διέτεινε δὲ ἡ ζωὴ τούτων καὶ μέχρι Κωνσταντίνου τοῦ Μονομάχου, καὶ Θεοδώρας καὶ Ζωῆς τῶν βασιλίδων, ἐκ ταύτης τῆς νήσου ὁρμώμενοι, καὶ ἀσκοῦντες ἅμα οἱ τρεῖς, ἔν τινι τῶν ὀρέων τῆς νήσου καλουμένῳ Προβατείῳ, χιλίων ἤδη ἐτῶν παραῤῥυόντων, ἀπὸ τῆς τοῦ Κυρίου καὶ Θεοῦ ἡμῶν, πρὸς ἀνθρώπους ἐπιδημίας. Οὗτοι τοίνυν οἱ ὀρεσίτροφοι, καὶ τῆς Ἁγίας Τριάδος ἐρασταὶ καὶ εἰκόνες, κατὰ τὴν τῶν ἀρετῶν ὁμοιότητα, ὡς δυνατὸν ἀνθρώπῳ, τῇ ἐρημικῇ καὶ ἀγγελοπρεπεῖ διαγωγῇ λιπαρῶς ἐνήθλουν, τῆς προσύλου καὶ ἐγκοσμίου διαγωγῆς, ὅσον τοῦ οὐρανοῦ γῆ ἀφίσταται ἀφιστάμενοι καὶ πρὸς τὰς τῶν ὑπὲρ νεφῶν ἀρετῶν μετουσίας τὴν ψυχὴν, ῥυθμιζόμενοί τε καὶ ἐγγυμναζόμενοι, σπηλαίῳ τινὶ ὄρους ὑπερτάτου, καὶ ὑπερανεστηκότος ἐποψίου τῆς Μονῆς, καὶ οἰκήσεως τῆς Ὑπεραγίας Θεοτόκου ἐνεδρεύοντες, καὶ τῷ ὄρει ἐκείνῳ νεμόμενοι, εἰρμῷ τινί ἀπαραβάτῳ, πρὸς μόνον τὸ πέρας τῆς αἰωνίου καὶ ἀλήκτου μακαριότητος σκηνεύοντες. Τά τε ἐν ποσὶν ἀτιμάζοντες, καὶ τὸν οὐρανὸν τῇ θέᾳ περιπολοῦντες, καὶ τὸν ἀγείρω κόσμον κατὰ νοῦν, ἀναπολοῦντες τῆς ἀθανάτου φύσεως, τῆς τοῦ σώματος ἀγχιστείας, τὴν τῆς ψυχῆς προτάξαντες. Τριὰς ἀληθῶς Ὁσίων διανοίας ὀξύτητι δεδορκεῖα τὰ ὑψηλὰ, καὶ εἰς τὴν τοῦ Μεγἀλου Ἀντωνίου, τὴν πάνυ ἀσκητικὴν διαγωγὴν, κομιδῇ ἀπηκριβωμένῃ, διὰ τῆς ἐβδομάδος ἀρτοσιτοῦσα καὶ ὑδροποτοῦσα. Μικρόν τι χαμευνοῦσα, τὸ δι᾿ ὅλον εἰς παννυχίους καὶ πανημερίους εὐχὰς, οὕτω προβαίνουσα, ὥστε μηδὲ μέχρι βλεφάρων σπένδευσθαι τῷ ὕπνῳ. Κρυστάλλοις καὶ πνεύμασι καὶ νηφετοῖς προπαρασομένη, διὰ τὸν πρὸς Θεὸν ἔρωτα.
Οὕτως ἄρα οἱ παμφαεῖς τῆς ἐπουρανίου ἀσκήσεως λαμπτῆρες ἀσκοῦντες, ἐν τῷ εἰρημένῳ ὅρει, πολλάκις ἐπεὶ νὺξ ἐπήρχετο, ἐν τῷ σύνεγγυς τῆς ὑπωρείας κειμένῳ καταντίκρυ ἄλσει, φῶς ἑώρων καταλάμπον. Κατιόντων δὲ, καὶ τῷ πυραυγεῖ καὶ ἀποστίλβοντι, πρὸς τὸν νυκτερίσιον ζόφον φωτὶ, προσπελᾶσαι προθυμουμένων, [ὡς ποτὲ Μωϋσῆς ὁ Θεόπτης] τὸ φῶς ἐκ τοῦ μέσου ἀπείη καὶ ᾤχετο, ὅθεν κατατεθαμβημένοι καὶ τεθηπότες, οὐχ ἧττον περὶ τῆς ἀπουσίας, ἢ τῆς παρουσίας, τῆς φωσφόρου ἐλλάμψεως, δεῖν ἔγνωσαν ὅλον καταίθειν τὸ ἄλσος, καὶ δὴ καίειν ἀπήρξαντο, εἰς νοῦν τοῦτο θέμενοι, ὡς εἰ ἐκ Θεοῦ τὸ φαινόμενον φῶς ἐστὶ πάντως διὰ τῆς ὑλώδους φλογὸς, ὁ τόπος οὐ καταφλεχθήσεται, ὅθεν τὸ φαινόμενον φῶς διέξεισι. Καιομένων τοίνυν ἁπάντων τῶν φυτῶν τῆς συνηρεφοῦς ἐκείνης νάπης, ἧς τὸ πῦρ κατέδραμε, μυρσίνη μηδὲν τῆς ἀκαταφλέκτου ἀπεοικεῖα βάτου, απήμαντος ἔμεινε, τῆς ἀπομαρανθείσης ἐν ἐκείνῃ φλογὸς, μὴ δυνηθείσης ὅλως τὴν λιβάδαν καὶ τὸ νοτερὸν ἐκείνης σιτίσασθαι. Τὴν δ᾿ ἐπιοῦσαν πύρωσιν λήξασαν, οἱ παναοίδιμοι Πατέρες ὁρῶντες, καὶ τὴν μύρτον πόῤῥωθεν ὀπτανόμενοι ἄφλεκτον, εἰς τὴν νάπην εἰσιᾶσι καὶ προσίεσαν. Ὁρῶσι δὲ τὴν μύρτον παντοίας καπνώδους, καὶ λιγμώδους ἀπηλλαγμένην περιδράξεως τοῦ ἐπικαύματος. Εἰκόνι δὲ τῆς Θεομήτορος ἐνατενίζουσι, τοῦ κλάδου τῆς μυρτίνης ἐξηρτημένῃ, ἧς τὸ πῦρ οὐ κατενεμήθη, μὴ ὅμως τὸ μονογενὲς, βρέφος ἐνηγκαλισμένῃ. Τότε δὴ, μετὰ πολλῆς αἰδοῦς καὶ τέρψεως ἰόντες, παρθενικὰς ὑμνῳδίας ἀνέμελπον, καὶ ἐπωμάδιον τὴν εἰκόνα ἀράμενοι, εἰς τῶν ἐαυτῶν ἐκομίσαντο σπήλαιον. Ἡ δὲ εἰκών, ἀποχωροῦσα τοῦ σπηλαίου, τῷ θάλλει τῆς μυρσίνης προσήπτετο. Ὅθεν οἱ μέγιστοι οὗτοι καὶ θεῖοι ἀσκηταὶ, ἰδιοχείρως νεοποιοῦντες, ὡς ἡ δύναμις, Σηκὸν σμικρότατον πάνυ δομησάμενοι, τοῦτο τῇ Θεομήτορι ἀφωσιώσαντο, σύνεγγυς τῆς μυρσίνης κείμενον. Καὶ παιανίζουσι χαριστήρια καὶ ὑμνοῦσιν εὐχαριστήρια, καὶ κροτοῦσι σωτήρια.
Τότε δὴ τότε, καὶ Κωνσταντῖνος ὁ Μονομάχος, τῇ ἐπιταγῇ τοῦ Βασιλέως Μιχαὴλ τοῦ Παφλαγῶνος, ἀπῳκοισμένος ἦν τοῦ Βυζαντίου, καὶ πρὸς Λέσβον τὴν νῆσον ἐξόριστος. Θεόθεν δὲ οἱ θεῖοι Πατέρες ὡς τῆς Βασιλείας, ὅσον οὔπω μέλλει κρατῆσαι. Μαθόντες, ὁ θεῖος Νικήτας, σὺν τῷ Ἰωσὴφ πρὸς Λέσβον ἀπαίρουσι, καὶ τῷ Μονομάχῳ συγγίνονται, καὶ εἰς τέρψιν τὴν λύπην τούτο ἐπειρῶντο μεταῤῥυθμίζειν, τῷ ἐκείνῳ τὴν Βασιλείαν καταφοιβάζειν, ἧς ὅσον οὔπω μεταποιήσεσθαι ἔμελλε, διὰ τοῦ παναλκεστάτου καὶ ἀναιρέτου τῶν δεινῶν Θεοῦ. [Ἦσαν δὲ ὡς ἔφθην εἰπὼν ἐκείνην προφητικῶς ἐνοπτριζόμενοι], ὁ δὲ Μονομάχος, οὐ μόνον μὴ ἐπιτυχεῖν κατὰ τὴν τῶν Ὁσίων πρόῤῥησιν [ὡς παρὰ δοξολογίαν εἶναι οἰόμενος], ἀλλὰ μήτε τῶν ἐπικρεμασθέντων οἷ δεινῶν, μήτε τοῦ ἐπηρτημένου ἐσχάτου κινδύνου ἀπαλλαγήσεσθαι, [ἐφ᾿ ᾧ προσανακλάεσθαι τοῖς κακοῖς ἐκκείμενος] ἔφασκεν. Οἱ δὲ Πατέρες, αὖ πάλιν, ἀνθίσταντο τῇ δόξῃ τοῦ Μονομάχου, τὴν ἀχθηδόνα ἀνακαλούμενοι. Ὅθεν ἄντικρυς θάῤῥει, ἔφασαν, ὦ Δέσποτα, καὶ ἡδίους τὰς ἐλπίδας ἔχε, ὅτι τῆς Βασιλείας τάχιστα, ὑπὸ τοῦ εὐεργέτου σοι Θεοῦ προσγενησομένης, ἐπαντίῤῥοπος εὐφροσύνη τῆς λύπης ἔσται σοι, καὶ ἔστω σοι νῦν, ἀκεσώδυνον τὸ οἰόνισμα, ὑπὸ Θεοῦ ἡμῖν ἀποκεκαλυμμένον.
Τότε δὴ ὁ Κωνσταντῖνος ψυχαγωγούμενος, καὶ παραθαῤῥυνόμενος, τῇ τῶν θείων Πατέρων προῤῥήσει, ὡς μὴ ἐξ ἐπιτεχνίας καὶ ὑπουλότητος μηχανοῤῥάφου, ἀλλ᾿ ἁπλότητος τοὺς λόγους διατιθεμένων, κᾀκεῖθεν γλυκυθυμίας αἰσθανόμενος, καὶ πρὸς τὸ ἐπιῤῥέον τῆς λύπης ἀντέχων, ἀλλ᾿ ὦ Πατέρες τῷ Θεῷ πολυτίμητοι, ἔφη, εἰ εὐπραγήσω, ὡς ὑμεῖς μοι προκαταγγέλετε, συλλήβδην, ὧν ἂν βουληθῆτε εὐεργετημάτων, ἐντὸς γενήσεσθε. Αὖθις δὲ οἱ Πατέρες ἀμοιβαίοις λόγοις τὸν ἀπόλαγον συμπλέξαντες, ἑμὸς ὦ μέγιστε Αὐτοκράτορ, ἔφασαν, ἐπιδεῶς ἔχομεν. Ἐμφανίσαντες αὐτῷ, καὶ λαμπρολογήσαντες, τότε τῆς εἰκόνος, καὶ τῆς ἀκαοῦς μυρσίνης μέγα θαῦμα, ἣν καταλυμῄνασθαι ὥσπερ τὰ ἄλλα τῶν πέριξ φυτῶν οὐκ ἴσχυσεν ἡ ὑπερβάλλουσα φλὸξ, ἤ διακαῦσαι, ἤ ὅλως καπνίσαι. Καὶ ἔτι τὸ λαμπρὸν καὶ παμφαῖνον φῶς καὶ τὸ κατὰ τὴν βάτον ὅραμα, κατὰ τὸν Μωϋσῆν [διαβὰς γὰρ ἔφη, τὸ ὅραμα τοῦτο ὄψομαι] τί δὲ τὸ ἐν ἐκείνῳ Ναοῦ ἔφασαν, ἡ εικὼν χρήζει, εὐρυχώρου, ὑψηλοῦ καὶ πολυμόρφου, μετὰ καλλίστης τέχνης καὶ βασιλικῆς φιλοτιμίας [βασιλικὸν δὲ μέλλει τὸ ἀνάθημα ἔσεσθαι]. Καὶ τοίχοις ἐρυμνοῖς ὠχυρωμένου, πρέπει δὲ τῇ τοιᾷδε εἰκόνι, τοιόνδε τέμενος. Τότε, αὖθις ὁ Μονομάχος, εἰ ἐγκρατὴς, ἔφη, τῆς βασιλείας [ὡς ὑμεῖς φατὲ γενήσομαι] ἀμέλει ὦ μοναχικὴ τριάς, τῷ Μωϋσῇ εἰκαζομένη, τῶν ἀσκητῶν ἐγκαλλώπισμα, εὐμενῶς ἐκ τῶν ἡμῶν εὐεργεσιῶν διατεθήσεσθε, καὶ ὁ Ναὸς τῆς Πανάγνου μου καὶ ἀκηράτου Θεομήτορος, ἀμείνω ἕξει τῆς ὑμετέρας ἐλπίδος τὴν ἐναρμόνιον σύνθεσιν. Οἱ δὲ Πατέρες, ἐναργεστέραν καὶ βεβαιοτέραν ᾐτοῦντο τὴν τοῦ Μονομάχου ὑπόσχεσιν. Ὅθεν τὸν σημαντῆρα αὐτοῦ δακτύλιον, ὡς ἐνέχειρον αὐτοῖς ἐπιδέδωκεν. Ἐπὶ ταῦταις οὖν ταῖς ὑποσχἐσεσιν οἱ θεῖοι Πατέρες πρὸς τὴν ἐνεγκαμένην ἐπανῆκον.
Οὐ μακροῦ δὲ ὕστερον παραδραμόντος τοῦ χρόνου καὶ τοῖν δυοῖν Βασιλέοιν θανόντοιν, ἡ Βασίλισσα Ζωὴ τῶν σκήπτρων τῆς βασιλείας ἐγκρατὶς γενομένη, αὐτίκα τὸν ἄνδρα διὰ τριηρῶν εἰς ἑαυτὴν μεταπέμπεται, καὶ ἀντὶ ἐξορίας καὶ δεσμῶν, τὰ σκῆπτρα αυτῷ ἐνεχείρισεν, ἄνδρα τοῦτον γνήσιον ἑαυτῆς διὰ τελείου γάμου ποιησαμένη. Ταῦτα δὴ καταμαθόντες οἱ Ὅσιοι ἀσκηταὶ, ὅσον τάχος τὴν βασιλίδαν κατέλαβον, καὶ τῷ Μονομάχῳ ἤδη βασιλεύοντι προσιᾶσι, τῆς ἐπιτελοῦς ἐπαγγελίας αὐτὸν ὑπομιμνήσκοντες, καὶ τὸ τῆς μνήμης σύμβολον ἐπιδεικνύοντες τὸν δακτύλιον. Ὁ δὲ ὑπέμνησέ με, φησὶν ὁ δακτύλιος, [τῇ ἱκετηρίᾳ ἐνεδίδοντο καὶ δυσωπουμένων τοῦ τε Μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, καὶ τῆς ὑπεράγνου Μητρός. Ὡς εὐμενῶν καὶ ἠπίων ἐπιτυχεῖν κᾀκτῶν ἐνόντων ἐξευμενίσασθαι].
Εὐθὺς οὖ πέμπει τὸν τῆς οἰκοδομητικῆς κορυφαῖον καὶ ἀρχιτέκτονα, καὶ ἄλλους τὰ δεύτερα μεταποιουμένους καλλιτεχνίας, συνεπαγόμενον, Ναὸν τῇ Θεοτόκῳ οἰκοδομήσαντας. Πέμπει δὲ καὶ πολλούς μαρμαρίνους στύλους, πάνυ διαφανεῖς. Ἀλλὰ δὴ καὶ πορφυρόχρωα μάρμααα, ἐσοπτρώδη καὶ διαφανῆ. Καὶ ἄλλα πρὸς τὴν βασιλικὴν οἰκοδομὴν φέροντα. Ἔχονται δὲ τῆς ἐπιδημίας, καὶ τῷ τῆς Χίου προσχόντες λιμένι, καὶ ἐξελθόντες φιλοπόνως ἄγαν καὶ προθύμως ἰχνηλατοῦσι τὰ πρὸς τὴν πανυπέρτατην καὶ εὐμεγέθη οἰκοδόμησιν συντείνοντα. Οἰκοδομεῖται δὲ δωδεκαετίαν ταῖς βασιλικαῖς μισθοφοραῖς καὶ δαπάναις, τοῦ Βασιλέως ἔτι ζῶντος, καὶ ὅσον εἰς καλλιτεχνίαν καὶ εὐαρμοσίαν. Ἐξήσκηται, καὶ ἴσα ταῖς πρωτίσταις οἰκοδομαῖς τῶν ἑπτὰ θεαμάτων τετίμηται, κομιδῇ χαριέντως τὸν ἱερὸν σηκὸν τῶν οἰκοδόμων δειμαμένων. Μετὰ δὲ τὴν δωδεκαετίαν, τοῦ Βασιλέως ὁσίῳ τέλει τὸν βίον καταλύσαντος, ἀλλὰ δὴ καὶ τῆς Ζωῆς πρὸ αὐτοῦ, ἡ οἰκοδομὴ πρὸς ὀλίγον ἐπαύσατο. Ἀλλ᾿ οὖν ἔρως θεῖος τῇ ἀδελφῇ τῆς Βασιλίδος Ζωῆς [τῇ Θεοδώρᾳ φημὶ] ἐγγίνεται, τὸ ἐνδέον τῆ θείᾳ οἰκοδομῇ μεγαλοπρεπῶς προσθῆναι. Καὶ δὴ εἰς τέλος ἐξέβη, τὸ λοιπὸν οἰκοδόμημα, ἄριστον καὶ πολυῄρατον.
Ἐν δὲ τῷ δευτέρῳ ἔτει τοῦ Ναοῦ οἰκοδομουμένου, ὁ πανεύφημος Βασιλεὺς, χορηγίας καὶ ἐπικουρίας, καὶ πόρους κερδῴους, καὶ δαψιλεῖς ἀφοσιώσατο, πρὸς τὰς ζωοτροφίας τῶν Μοναχῶν συντελοῦντας, τότε χωρίον τοῦ Μεγαλομάρτυρος Γεωργίου, τοῦ ἐπιλεγομένου Συκούση, ὡς ἐν τῷ τῆς μόστρας ντόμας, προνομίῳ διαχαρακτηρίζεται· μετοχὰς λιμήρεις, ἐντελόμιστα, οἰκιῶν φοροθεσίας, τελῶν ἀπαλλαγὰς, καὶ ἄλλας μισθαρνίας, καὶ εἰσφορὰς, καὶ ἀταραξίας, καὶ ἀναπαύλας, ἔκ τε τῆς ἀνατολῆς καὶ τῆς δύσεως, τῶν σιτηγῶν τόπων σιταγωγίας, αὐτονομίας, καὶ αὐτοκρατορίας μόνου τοῦ Ἡγουμένου τὰ τῶν Μοναχῶν διέποντός τε καὶ διϋθήνοντος. Αὐτόνομον καὶ αὐτοδέσποτον τὴν Μονὴν ἀποφῄμας, ὡς τὰ τριττὰ τῶν προνομίων δηλοῖ, ὑπὸ τῶν μετέπειτα Βασιλέων κεκυρωμένα, Ἰσαακίου δηλονότι τοῦ Κομνηνοῦ, καὶ Κωνσταντίνου τοῦ Δούκα, καὶ Ῥωμανοῦ τοῦ Διογένους, καὶ Μιχαὴλ τοῦ Δούκα, καὶ Νικηφόρου τοῦ Βοτανειάτου, καὶ Ἀνδρονίκου τοῦ Παλαιολόγου καὶ ἑτέρων κατιόντων. Καὶ οἰκείοις ἔτι προνομίοις ἐπισφραγισαμένων τὰ τριττὰ προνόμια. Προσέτι παρεκελεύσατο, μηδένα τῶν ἀποίκων, ἐν τῇ Μονῇ οἰκουρεῖν, καὶ ἰδίαν ἔχειν οἴκησιν, ἀλλὰ μήτε γύναιον μηδόλως εἰσιέναι ἔνδον τῆς Μονῆς, ἢ αὐτοῦ τοῦ Ναοῦ ἀπεφῄναντο, ὡς ἡ παλαιὰ δηλοῖ συνήθεια. Μετὰ δὲ τινὰς χρόνους ἀνεπαύσαντο ἐν Κυρίῳ ἐν διαφόροις καιροῖς, καὶ οἱ μακάριοι Πατέρες. Τὰ δὲ τίμια αὐτῶν καὶ ἅγια σώματα, κατέθεντο ἐν τῇ Μονῇ ἔνδον τοῦ Ναοῦ, ἐν τόπῳ λεγομένῳ φιάλιον. Οἱ τούτων φοιτηταὶ καὶ ὀπαδοί, ἄχρι τοῦ παρόντος σωζόμενα, καὶ ἀμυντηρίους θαυματουργίας ἐπιτελοῦντας τοῖς μετὰ πίστεως προστρέχουσιν, ὧν ταῖς πρεσβείαις Χριστὲ ὁ Θεὸς, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Πηγή: voutsinasilias.blogspot.com


Δημιουργία ιστοτόπου ΑΔΑΜ ΠΛΗΡΟΦΟΡΙΚΗ