ΑΚΟΛΟΥΘΙΑ ΕΙΣ ΤΗΝ ΕΟΡΤΗΝ ΤΗΣ ΕΥΡΕΣΕΩΣ ΤΗΣ ΤΙΜΙΑΣ ΚΑΡΑΣ ΤΗΣ ΟΣΙΑΣ ΜΗΤΡΟΣ ΗΜΩΝ ΜΑΤΡΩΝΗΣ ΤΗΣ ΧΙΟΠΟΛΙΤΙΔΟΣ (15 ΙΟΥΛΙΟΥ)

Agia_MatronaΑΚΟΛΟΥΘΙΑ ΕΙΣ ΤΗΝ ΕΟΡΤΗΝ ΤΗΣ ΕΥΡΕΣΕΩΣ ΤΗΣ ΤΙΜΙΑΣ ΚΑΡΑΣ ΤΗΣ ΟΣΙΑΣ ΜΗΤΡΟΣ ΗΜΩΝ ΜΑΤΡΩΝΗΣ ΤΗΣ ΧΙΟΠΟΛΙΤΙΔΟΣ

(ΔΙΟΡΘΩΘΕΙΣΑ ΩΣ ΟΙΟΝ ΤΕ ΥΠΟ ΤΟΥ ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΧΙΟΥ)

Τῇ 15ῃ ουλίου εορτάζομεν τήν εύρεσιν τῆς Τιμίας Κάρας τῆς Ὁσίας Μητρὸς ἡμῶν Ματρώνης τῆς Χιοπολίτιδος.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Μετὰ τὸ Μακάριος ἀνὴρ, εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄., καί ψάλλομεν τρία του Μηναίου και τρία τῆς Ὁσίας ὡς επεται.

Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.

Μῆτερ Ματρῶνα πανένδοξε, σὺ τὸν Σωτῆρα Χριστόν, ἐκ καρδίας ποθήσασα, καὶ αὐτῷ λατρεύουσα, ἐν χαρᾷ ἀνεκραύγαζες, ὡραῖε κάλλει, θεῖε νυμφίε μου, τίς με χωρίσει σῆς ἀγαπήσεως; Τὴν ὑπὲρ ἔννοιαν, καὶ τῆς ὡραιότητος τῆς μυστικῆς, ἤμου τὴν διάνοιαν, τῆς γῆς ἀφήρπασε.

Μῆτερ Ματρῶνα πανθαύμαστε, ἐν τῇ ἀσκήσει καλῶς, ἠγωνίσω νεκρώσασα, τὰς ὁρμὰς τοῦ σώματος, καὶ ἐχθροῦ καταργήσασα, ἐνέδρας πάσας, καὶ τὰ τεχνάσματα, τοῦ παλαιμναίου, τῇ θείᾳ χάριτι, ὅθεν ὑμνοῦμέν σου, κατὰ χρέος ᾄσμασι Νύμφη Χριστοῦ, βίον τὸν ἱσάγγελον καὶ ὑπὲρ ἄνθρωπον.

Μῆτερ Ματρῶνα πανεύφημε, ταῖς ἐντολαῖς τοῦ Θεοῦ, διὰ βίου σχολάσασα, ἐπαξίως εἴληφας, ἰαμάτων χαρίσματα, καὶ θεραπεύεις πάθη ἀνίατα, καὶ πάντας σῴζεις, τοὺς σοὶ προστρέχοντας, ἅ τὴν μεγίστην σου, παῤῥησίαν δείκνυσι πρὸς τὸν Θεὸν, ὅν ἡμῖν ἱλέωσαι, ταῖς ἱκεσίαις σου.

 Δόξα. Ἦχος πλ. β΄.

 Σήμερον ἡ Χίος πᾶσα, μνήμην ἄγει ἐτήσιον, τῆς τῶν σεπτῶν λειψάνων εὑρέσεως, τῆς πανενδόξου Ματρώνης, καὶ συγκαλεῖ τοὺς φιλεόρτους πρὸς ἐσθίασιν πνευματικὴν, δεῦτε λέγουσα συνδράμετε ἐν τῷ Ναῷ αὐτῆς, ἵνα καταξιωθῆτε ἐνθέων δωρεῶν, καὶ οὐρανίων χαρίτων· ἔχει γὰρ τὴν παῤῥησίαν πρὸς Χριστὸν, τοῦ αἰτεῖσθαι τὰ πρόσφορα, ἑκάστῳ τῶν προσερχομένων αὐτῇ μετ’ εὐλαβείας καὶ πίστεως.

Καὶ νῦν. Θεοτοκίον.

Τίς μὴ μακαρίσει Σε...

Φῶς ἱλαρόν· Εἴσοδος· τὸ Προκείμενον τῆς ἡμέρας· καὶ τὰ Ἀναγνώσματα. (Ζήτει εν τη μνήμη της Αγίας Ματρώνης, Οκτωβρίου 20).

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. 

Δίκαιος ἐάν φθάση τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γάρ τίμιον, οὐ τό πολυχρόνιον, οὐδέ ἀριθμῶ ἐτῶν μεμέτρηται. Πολιά δέ ἐστι φρόνησις ἀνθρώποις, καί ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῶ γενόμενος, ἠγαπήθη• καί ζῶν μεταξύ ἁμαρτωλῶν, μετετέθη. Ἠρπάγη, μή κακία ἀλλάξη σύνεσιν αὐτοῦ, ἤ δόλος ἀπατήση ψυχήν αὐτοῦ. Βασκανία γάρ φαυλότητος ἀμαυροί τά καλά, καί ρεμβασμός ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεῖς ἐν ὀλίγω, ἐπλήρωσε χρόνους μακρούς• ἀρεστή γάρ ἤν Κυρίω ἡ ψυχή αὐτοῦ, διά τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δέ λαοί ἰδόντες καί μή νοήσαντες, μηδέ θέντες ἐπί διανοία τό τοιοῦτον, ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὀσίοις αὐτοῦ, καί ἐπισκοπῆ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία, σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Παροιμιῶν τὸ Ἀνάγνωσμα.

Υἱὲ ἄνοιγε σὸν στόμα λόγῳ Θεοῦ, καὶ κρίνε πάντα ὑγιῶς· ἄνοιγε σὸν στόμα, καὶ κρίνε δικαίως. Διάκρινε δὲ πένητα καὶ ἀσθενῆ· γυναῖκα ἀνδρείαν τίς εὑρήσει; Τιμιωτέρα δὲ ἐστὶ λίθων πολυτελῶν ἡ τοιαύτη· θαρσεῖ ἐπ’ αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς. Ἡ τοιαύτη σκύλων οὐκ ἀπορήσει. Ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ αὐτῆς ἀγαθὰ καὶ οὐκ κακά. Πάντα τὸν χρόνον εὑραμένη ἔρια καὶ λῖνον, ἐποίησεν εὔχρηστα ταῖς χερσὶν αὐτῆς· ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν. Συνάγει ἑαυτῆς τὸν πλοῦτον· καὶ ἀνίσταται ἐκ νυκτὸς, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο· ἀπὸ δὲ τῶν καρπῶν τῶν χειρῶν αὐτῆς κατεφύτευσε κτῆμα· ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον· ἐγεύσατο ὅτι καλὸν τὸ ἐργάζεσθαι, καὶ οὐ σβέννυται ὁ λύχνος αὐτῆς, ὅλην τὴν νύκτα. Τὰς χεῖρας αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα. Τοὺς πήχεις αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρα δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ· οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν ποῦ χρονίζῃ. Πάντες γὰρ οἱ παρ’ αὐτῇ, ἐνδεδυμένοι εἰσι. Δισσὰς στολὰς καὶ χλαίνας, ἐποίησε τῷ ἀνδρὶ αὐτῆς, ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα. Περίβλεπτος δὲ γίνεται ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς· ἡνίκα ἐὰν κάθῃται ἐν συνεδρίῳ μετὰ τῶν πρεσβυτέρων, καὶ κατοίκων τῆς γῆς· σινδόνας ἐποίησε, καὶ ἀπέδοτο τοῖς φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις· ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα δὲ αὐτῆς διήνοιξε προσεχόντως, καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς· στεναὶ διατριβαὶ οἴκων αὐτῆς· σῖτα δὲ ὀκνηρὰ οὐκ ἔφαγεν· ἀνέστη τὰ τέκνα αὐτῆς καὶ ᾔνεσαν αὐτήν. Καὶ ὁ ἀνὴρ αὐτῆς ἐπῄνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐποίησαν δύναμιν· πολλαὶ ἐκτήσαντο πλοῦτον· πολλαὶ εὗρον δόξαν. Σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι, καὶ μάταιον κάλλος γυναικῶν οὐκ ἔστιν ἐν σοί. Γυνὴ γὰρ συνετὴ εὐλογεῖται· φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς, καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.

Εἰς τὴν Λιτήν. Ἦχος δ΄.

Ἐν τῇ πέτρᾳ τῇ στεῤῥᾷ τῆς εἰς Χριστὸν πεποιθήσεως, τὸν τῆς ἀσκήσεως πανθαύμαστε πηξαμένῃ οἶκον, προσβολαῖς οὐ σεσάλευσαι τῶν ἐναντίων καὶ προσρήξεσιν, ἀλλ’ ἀκράδαντος ἔμεινας, ἐν ὅλῳ τῷ βίῳ καὶ ἀτίνατος· δι’ ὅ ᾔσχυνας τῇ καρτερίᾳ σου ἀξιάγαστε, τὸν ἀόρατον ὄφιν, ταῖς αὐτοῦ ἀνάλωτος ἐνέδραις ὀφθεῖσα καὶ ἐπιβουλαῖς· καθ’ οὗ ταῖς σαῖς πρεσβείαις, τοὺς εὐφημοῦντάς σε ἐνίσχυσον.

Δόξα. Ἦχος πλ. α΄.

Ἐπέλαμψεν ἡμῖν ἡμέρα χαρμόσυνος, καὶ ἑορτὴ πανσεβάσμιος, ἐν τῇ θείᾳ τῆς τιμίας κάρας εὑρέσει, Ματρώνης τῆς θεόφρονος. Καύχημα μὲν γὰρ αὕτη καὶ κλέος τῆς Ἀνατολικῆς Ἐκκλησίας ὑπάρχει, τῆς δὲ Δυτικῆς κακοδοξίας, ὡς μετὰ τὸ σχίσμα ἀναφανεῖσα, αἰσχύνῃ καὶ ὄνειδος ἀθεράπευτον. Δι’ ὅ μελωδικῶς ἐκβοήσωμεν, γνῶτε ἔθνη καὶ ἡττᾶσθε, ὅτι μεθ’ ἡμῶν ὁ Θεὸς ἕως τῆς συντελείας, ὡς ἡμῖν ἐπηγγείλατο, ὁ θαυμαστὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ, καὶ δοξάζων τοὺς αὐτὸν ἀντιδοξάζοντας.

Καὶ νῦν. Θεοτοκίον.

Μακαρίζομέν Σε...

Εἰς τὸν στίχον. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Τῆς πανενδόξου Ματρώνης τὴν κάραν σήμερον, ἐκ τῶν τῆς γῆς λαγόνων, ἀνατείλασαν πάντες, τιμήσωμεν ἀξίως ὡς θησαυρὸν, τῆς τοῦ πνεύματος χάριτος, ἥτις αὐτῇ ἐνυπάρχουσα ἐνεργεῖ, τῶν θαυμάτων τὰ παράδοξα.

Στ.: Ὑπομένων ὑπέμεινα τὸν Κύριον...

Ὡς παῤῥησίαν μεγίστην πλουτοῦσα πάνσεμνε, πρὸς τὸν Θεὸν τῶν ὅλων, δυσωποῦσα μὴ παύσῃ, Ματρῶνα πανολβία ὑπὲρ ἡμῶν, τῶν πιστῶς προσκυνούντων σου, τὴν οὐρανόφρονα κάραν, καὶ τῆς μορφῆς, τὴν ἐμφέρειαν τιμώντων σου.

Στ.: Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου...

Πηγὴ θαυμάτων ὁρᾶται ἡ θεία κάρα σου, τοῖς πίστει προσιοῦσι, τῷ Ναῷ σου Ματρῶνα, ἰάσεις γὰρ ὡς νάματα δαψιλῆ, ἀεννάως πηγάζουσα, διὸ ὅ τὴν ταύτης ἀνάδειξιν ἐκ τῆς γῆς, ἀγαλλόμενοι γεραίρομεν.

Δόξα. Ἦχος δ΄.

Ἄστρον ἀνέτειλε φαεινὸν, ἐκ τῶν τῆς γῆς ἀδύτων, ἡ θεία κάρα σου Ματρῶνα θεόπνευστε, φωτίζουσα ἡμῶν τὰς διανοίας, τῇ ἐν αὐτῇ τοῦ Πνεύματος χάριτι, καὶ ὁδηγοῦσα πρὸς ἔργα τῷ Θεῷ εὐαπόδεκτα, τῇ ἐνθέῳ μιμήσει τῇ σῇ, δι’ ὤν ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Νεῦσον παρακλήσεσι σῶν οἰκετῶν Πανάμωμε, παύουσα δεινῶν ἡμῶν ἐπαναστάσεις, πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα· σὲ γὰρ μόνην ἀσφαλῆ, καὶ βεβαίαν ἄγκυραν ἔχομεν, καὶ τὴν σὴν προστασίαν κεκτήμεθα. Μὴ αἰσχυνθῶμεν Δέσποινα, σὲ προσκαλούμενοι, σπεῦσον εἰς ἱκεσίαν, τῶν σοὶ πιστῶς βοώντων· Χαῖρε Δέσποινα, ἡ πάντων βοήθεια, χαρὰ καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Νῦν ἀπολύεις· τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.

Χαίρει ἔχουσα, βλάστημά σὲ τε, καὶ τὴν κόνιν σου, πατρὶς ἡ Χίος, καὶ γηθοσύνως ὑμνεῖ σε κραυγάζουσα, σύ μου Ματρῶνα τὸ κλέος καὶ καύχημα, σὺ καὶ νοσούντων ἴαμα ἄμισθον, Ὁσία ἔνδοξε, πρεσβεύειν μὴ ἐλλείπῃς πρὸς Κύριον, σωθῆναι τοὺς πόθῳ ὑμνοῦντάς σε.

Ἕτερον Ἀπολυτίκιον

Ἦχος γ’. Τὴν ὡραιότητα.

Χριστοῦ τοῖς ἴχνεσιν, ἀκολουθήσασα, κόσμου τερπνότητα, Ὁσία ἔλιπες, καὶ ἐμιμήσω ἐν σαρκί, Ἀγγέλων τὴν πολιτείαν· ὅθεν ταῖς τοῦ Πνεύματος, δωρεαῖς κατεφαίδρυνας, τὴν ἐνεγκαμένην σε, νῆσον Χίον πανεύφημε· διὸ χαρμονικῶς ἐκβοᾷ σοι· χαίροις Ματρῶνα πανολβία.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ἀπόλυσις

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα.

Ἦχος δ΄. Ὁ ὑψωθείς.

Φωτοειδὴς περιστερὰ ἀνεδείχθης, ἔχουσα πτέρυγας χρυσᾶς, καὶ πρὸς ὕψος, τοῦ οὐρανοῦ κατέπαυσας Ματρῶνα σεμνὴ, ὅθεν σου τὴν ἔνδοξον ἑορτὴν ἐκτελοῦμεν πίστει προσκυνοῦντές σου, τῶν λειψάνων τὴν θήκην, ἐξ ἧς πηγάζει πᾶσιν ἀληθῶς, ἴαμα θεῖον ψυχῆς τε καὶ σώματος.

Θεοτοκίον.

Χριστιανῶν ἡ ἀψευδὴς σωτηρία, ἀμαρτωλῶν ἡ ἀῤῥαγὴς προστασία, ἡ κραταιὰ βοήθεια ἡμῶν καὶ προσφυγὴ, σῶσόν με προσφεύγοντα, Σοὶ Πανάμωμε Κόρη, σκέπασόν με πτέρυξι, τῆς ἁγίας σου σκέπης, καὶ τῆς ψυχῆς μου πρόστηθι ἐκεῖ, καὶ ἐκδημούσῃ τῶν τῇ δὲ παράστηθι.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα.

Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Ἐπληρώθη ἡδονῆς, ἡ Νῆσος Χίος ἀληθῶς, ὅτε εὗρεν ἐν τῇ γῇ, τὴν σὴν τιμίαν κεφαλὴν, τὴν θεόφρονα Ματρῶνα Μῆτερ Ὁσία, καὶ ταύτῃ ἐν χαρᾷ λαβοῦσα ἐκραζε· σὺ ὄντως τὸ ἐμὸν, κλέος καὶ σέμνωμα, καὶ θησαυρὸς καὶ πλοῦτος πανολβία, πνευματικὸς καὶ ἀκήρατος· δι’ χαρίτων ἐπουρανίων, πλῆσόν με ἐυφημοῦσάν σε.

Θεοτοκίον.

Κατεπλάγη Ἰωσήφ...

Μετὰ τὸν Πολυέλεον, Κάθισμα.

Ἦχος γ΄. Τὴν ὡραιότητα.

Τοὺς εὐφημοῦντάς σου, Ματρῶνα ἔνδοξε, τοὺς τῆς ἀσκήσεως, ἀγῶνας ᾄσμασι, και τὴν ἰσάγγελον ἐν γῇ, καὶ ἔνθεον πολιτείαν, καὶ ἀσπαζομένους σου, κεφαλὴν τὴν ἐρίτιμον, σῶζε ταῖς πρὸς Κύριον, εὐπροσδέκτοις πρεσβείαις σου, παντοίων δεινῶν τε καὶ κινδύνων, ἐχθρῶν τε καὶ ἀοράτων.

Θεοτοκίον.

Θεομακάριστε Μῆτερ Ἀνύμφευτε, τὴν ἀσθενοῦσάν μου, ψυχὴν θεράπευσον, ὅτι συνέχομαι πολλοῖς, ἐν πταίσμασι Θεοτόκε, ὅθεν κραυγάζω σοι, στεναγμῷ τὴς καρδίας μου, δέξαι με Πανάμωμε, τὸν πολλὰ ἁμαρτήσαντα, ἵνα ἐν παῤῥησίᾳ βοῶ σοι· χαῖρε ἡ Κεχαριτωμένη.

Οἱ ἀναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἦχου.
Προκείμενον: Ὑπομένων ὑπέμεινα τὸν Κύριον...
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτρας τοὺς πόδας μου...

Εὐαγγέλιον: Πάντα μοι παρεδόθη...
Ὁ ν΄.

Δόξα: Ταῖς τῆς Σῆς Ὁσίας...

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...

Σήμερον ἡ Παρθένος, συγκαλεῖ Ματρῶνα ἅπαντας, πρὸς λαμπρὰν ἑστίασιν τῶν αὐτῆς παλαισμάτων· αἱ δυνάμεις τῶν οὐρανῶν ἐξέστησαν, τὸ ἐκείνης πρὸς τοὺς πόνους ἀνένδοτον, Σατᾶν ἡ ἰσχὺς τεθριάμβευται, καὶ δαιμόνων ἡ πληθὺς διωλόλυξεν· ἡμεῖς δὲ τῷ ἐνδυναμώσαντι αὐτὴν, δόξαν δῶμεν πάντες Χριστῷ, ὅς φύσεως τὸ χαῦνον δυναμοῖ οἰκείῳ σθένει.

Ὁ κανὼν. Ἦχος πλ. δ΄.

ᾨδὴ α΄. Ἁρματηλάτην Φαραώ.

Τὴν χερσωθεῖσάν μου ψυχὴ τοῖς πάθεσιν, σὺ καλλιέργησον νῦν, καὶ τὰ ἀκανθώδη, καὶ σαπρὰ ζιζάνια, τὰ τοῦ νοός μου ἔκτιλον, ὦ Ματρῶνα Ὁσία, ὅπως τῶν ὕμνων τοῖς ἄνθεσι τὴν θαυματουργὸν στέψω κάραν σου.

Ἥλιος ἄλλος φαεινὸς ἀνέτειλεν, ἡ θεία κάρα ἡ σή, φωτίζουσα πάντων, τὰς καρδίας χάριτι, Ματρῶνα παναοίδιμε, τῶν πιστῶς προσιόντων, ἐν τῷ πανσέπτῳ τεμένει σου, καὶ μετ’ εὐλαβείας τιμώντων σε.

Μετ’ εὐλαβείας ἐτησίως ἄγει σου, ἡ Ἐκκλησία Χριστοῦ, ἔνδοξε Ματρῶνα, τὴν φαιδρὰν πανήγυριν, τῆς θείας ἀνάδειξεως, τῆς τιμίας σου κάρας, τὴν παπικὴν καταράσσουσα, διὰ σοῦ ὀφρὺν τὴν ἀγέρωχον.

Θεοτοκίον.

Δεδοξασμένα περὶ σοῦ λελάλυνται, ἐν γενεαῖς γενεῶν, ἡ τὸν Θεὸν Λόγον, ἐν γαστρὶ χωρήσασα, Ἁγνὴ δὲ διαμείνασα, ὅν δυσώπει ἀπαύστως, ἁμαρτιῶν μοι δωρήσασθαι, καὶ τῶν πειρασμῶν ἀπολύτρωσιν.

ᾨδῆ γ΄. Οὐρανίας ἀψίδος.

Ἀπαστράπτει ἐνθέως, ἡ φωταυγὴς κάρα σου, καὶ καταφαιδρύνει πλουσίως, Ματρῶνα ενδοξε, τοὺς προσιόντάς σοι, μετ’ εὐλαβείας καὶ πόθου, καὶ Χριστὸν δοξάζοντας τὸν σὲ δοξάσαντα.

Ἑορτάσωμεν δεῦτε, πάντες πιστοὶ σήμερον, τὴς τῆς θείας κάρας ἐκ κόλπων τῆς γῆς ἀνέδειξεν, τῆς οὐρανόφρονος, καὶ θεοφόρου Ματρώνης, τῆς ἡμῶν προστάτιδος ἐν θείοις ᾄσμασι.

Μύρον ἔνθεον βλύζει, ἡ ἱερὰ κάρα σου, θείαις ἐνεργείαις θαυμάτων, καταμυρίζουσα, Ματρῶνα ἔνδοξε, πάντας τοὺς πίστει καὶ πόθῳ, εὐφημοῦντας ᾄσμασι ταύτης τὴν εὕρεσιν.

Θεοτοκίον.

Διασώζει με λόγος, ὁ σαρκωθεὶς Πάναγνε, ἐκ τῶν Σῶν πανάγνων αἱμάτων, πλούτῳ χρηστότητος, λύων ἀπόφασιν, τῆς παλαιᾶς καταδίκης, ὅν ἀπαύστως αἴτησαι, σῶσαι τὴν ποίμνην Σου.

Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Ἑορτάζει σήμερον, ἡ Νῆσος Χίος, τὴν τιμίαν εὕρεσιν, κάρας Ματρώνης τῆς σεπτῆς, ἐν εὐφροσύνῃ κραυγάζουσα, σύ μου Ὁσία, προστάτις καὶ καύχημα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε θρόνε πύρινε τοῦ Βασιλέως, καὶ λυχνία πάγχρυσε, φωτὸς τοῦ θείου τὰς ψυχὰς, καὶ διανοίας λαμπρύνουσα, τῶν ἀνυμνούντων Σε Κόρη πανύμνητε.

Ωδὴ δ΄. Σύ μου ἰσχὺς Κύριε.

Ὁ σὸς Ναὸς, Ματρῶνα, ἔμπλεως δείκνυται, τετρωμένων παντοίοις παθήμασιν, ἀνιαροῖς τε καὶ χαλεποῖς, καὶ ἐξαιτουμένων ἐκ σοῦ Ματρῶνα τὴν ἴασιν, ἥν νέμεις παραδόξως, τοῖς ἐν πίστει καὶ πόθῳ, δεομένοις ταῖς θείαις πρεσβείαις σου.

Ἅπας πιστὸς, συγχορευέτω γηθόμενος, καὶ σκιρτάτω, σὺν ἐμοὶ τῷ πνεύματι, βοᾷ ἡ Χίος ἡ σὴ Πατρὶς, ἔνδοξε Ματρῶνα, ὅτι σε βλάστημα ἔσχηκε, τερπνόν τε, καὶ ὡραῖον, τὸ καρποὺς ἀκηράτους, ἀρετῶν ἐξανθῆσαν τοῦ Πνεύματος.

Χριστὸν τὸν σὸν, Μῆτερ Νυμφίον ἠγάπησας, καὶ τοῖς τούτου ἑπομένη ἴχνεσι, τῇ ἐκμιμήσει τῶν ἀρετῶν, δόξης οὐρανίου, ἠξίωσαι καὶ λαμπρότητος, ἐν ᾗ καὶ συναγάλλῃ ὦ Ματρῶνα ἀφράστως, μετὰ πάντων Ὁσίων ἀοίδιμε.

Θεοτοκίον.

Σὺ τῶν πιστῶν, καύχημα πέλεις Ἀνύμφευτε, Σὺ προστάτις, Σὺ καὶ καταφύγιον, Χριστιανῶν τεῖχος καὶ λιμὴν, πρὸς γὰρ τὸν Υἱόν Σου, ἐντεύξεις φέρεις Πανάμωμε, καῖ σῴζεις ἐκ κινδύνων τοὺς ἐν πίστει καὶ πόθῳ, Θεοτόκον Σὲ γινώσκοντας.

ᾨδὴ ε΄. Ἵνα τί με ἀπώσω.

Εὐφημήσωμεν πάντες, τῆς Χιοπολίτιδος Ματρῶνης ᾄσμασι, τὴν μεγίστην χάριν, ἥν θεόθεν ἀξίως ἐπλούτισε, τῶν πολλῶν θαυμάτων, δι’ ἀρετῆς περιουσίαν, καὶ τὴν κάραν αὐτῆς προσκυνήσωμεν.

Ἐπεφάνη ὡς ἄστρον, ἡ τιμία κάρα σου ἀκτῖνας πέμπουσα, δωρεῶν ἐνθέων καὶ χαρίτων Ματρῶνα τοῖς πίστει σου, τῷ σεπτῷ τεμένει, ἐν σκότει θλίψεων φοιτῶσι, καὶ δεινῶν φυγαδεύει τὴν ζόφωσιν.

Κρήνη βρύουσα μύρα, πέφυκεν ἡ ἔνδοξος Ματρῶνα κάρα σου, νόσων τὸ δυσῶδες, ἀποσμύχουσα πάντων τῶν πίστει σου, τὴν ἐξ ὕψους χάριν, τῶν ἰαμάτων ἐξαιτούντων, ἥν Θεός σοι παρέσχε δοξάζων σε.

Θεοτοκίον.

Μητρικὴν παῤῥησίαν τὴν πρὸς τὸν Υἱόν Σου κεκτημένη Πάναγνε, συγγενοῦς προνοίας, τῆς ἡμῶν μὴ παρίδῃς δεόμεθα, ὅτι Σε καὶ μόνην, χριστιανοὶ πρὸς τὸν Δεσπότην ἱλασμὸν εὐμενῆ προβαλλόμεθα.

ᾨδὴ στ΄. Ἱλάσθητί μοι Σωτήρ.

Δευτέραν σε Ἰουδὴθ, Ματρῶνα Μῆτερ ἐπέγνωμεν, ὡς γὰρ ἐκείνη ποτὲ, πατρίδα διέσωσε, καὶ σὺ διασῴζεις νῦν, ταύτην σου τὴν Νῆσον, ἐκ κινδύνων καὶ κακώσεων.

Ὁ σὸς Ναὸς οὐρανὸς, καὶ ἡ σορός σου στερέωμα, ἡ δὲ θαυματουργικὴ, καὶ ἁγία κάρα σου, ἐν τούτῳ τοῖς θαύμασιν, ὡς ἥλιος λάμπει, ὦ Ματρῶνα καλλιπάρθενε.

Νοσοῦσαν ἔχω ψυχὴν, καὶ χαῦνον σῶμα ὁ δείλαιος, σὺ δὲ Ματρῶνα σεμνὴ, ὅλον μὲ ἀνόρθωσον, ὑγιῆ δεικνύουσα, ὅπως σου γεραίρω, θείας κάρας τὴν ἀνάδειξιν.

Θεοτοκίον.

Ῥυσθοίημεν τῶν δεινῶν, πταισμάτων ταῖς ἱκεσίαις Σου, θεογενῆτορ Ἁγνὴ, καὶ τύχοιμεν πάναγνε, τῆς θείας ἐλλάμψεως, τοῦ ἐκ Σοῦ ἀφράστως, σαρκωθέντος Υἱοῦ τοῦ Θεοῦ.

Κοντάκιον. Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.

Ἰατρεῖον ἄμισθον, καὶ παραδόξων θαυμάτων, ὁ Ναός σου δείκνυται, πηγὴ Ματρῶνα θεόφρον, πάντες οὖν οἱ προσιόντες αὐτῷ ἐν πίστει, ἴασιν ψυχῶν ἀρύονται καὶ σωμάτων, καὶ βοῶσι γηθοσύνως· Χαίροις Κυρίου Ὁσία θαυματουργέ.

Ὁ Οἶκος.

Μεγάλως σε ἐπὶ τῆς γῆς, Ματρῶνα ἔνδοξε, ὁ ὑπὸ σοῦ δοξασθεὶς Χριστὸς ὁ Θεὸς ἐδόξασεν, ἀμοιβὴν ἐπάξιον τῶν ἀρετῶν σοι τὴν τῶν θαυμάτων χάριν δωρησάμενος, νεκρὸν γὰρ ἔτι ζῶσα τῇ προσευχῇ σου ἐζώωσας, ἀλλὰ καὶ μετὰ θάνατον πολλοῖς ἐθαυμαστώθης ἀξιάγαστε, καὶ δὴ καὶ ἐν τῇ εὑρέσει τῆς τιμίας σου κάρας, ἀσθενοῦσι πολλοῖς τὴν ῥῶσιν ἐχαρίσω, καὶ ἀεννάως πᾶσι τοῖς πίστει προσιοῦσι τῷ Ναῷ σου, τὰς ἰάσεις παρέχεις· δι’ ὅ καὶ γηθοσύνως βοῶσί σοι· Χαίροις Κυρίου Ὁσία θαυματουργέ.

Συναξάριον.

ΤΩι ΑΥΤΩι ΜΗΝΙ ΙΕ' Η ΕΥΡΕΣΙΣ ΤΗΣ ΤΙΜΙΑΣ ΚΑΡΑΣ ΤΗΣ ΟΣΙΑΣ ΜΗΤΡΟΣ ΗΜΩΝ ΜΑΤΡΩΝΗΣ ΤΗΣ ΧΙΟΠΟΛΙΤΙΔΟΣ

Στίχ. Λειποῦσα κόσμον ἔμπλεων ἀκοσμίας,
Χριστῷ πρόσισι νυμφικῶς ἡ παρθένος.
Πέμπτη καὶ δεκάτη, Ματρώνη βῆ κάρα ἐκ γῆς.

Χρόνου ἱκανοῦ διαπεράσαντος μετὰ τὸν θάνατον καὶ τὴν ταφὴν τῆς Ὁσίας, καὶ τῶν θαυμάτων αὐτῆς, ὡς ἐκ πηγῆς ἀκενώτου εἰς αὔξησιν γενομένων, πᾶσι τοῖς ἐν πίστει προσερχομένοις εἰς τὸν Ναὸν αὐτῆς· (προσήρχοντο δὲ πανταχόθεν, διεδίδετο γὰρ, ὥς ἔθος ἡ φήμη, καὶ πάντες ἐλάμβανον τὴν ποθουμένην ὑγείαν) οἱ Χῖοι, παῖδες φιλόστοργοι τῆς Ὁσίας ὄντες, ἠθέλησαν ἀνακτήσαι τὸν ἱερὸν αὐτῆς Ναὸν, καὶ μείζω ποιῆσαι, ἵνα ἔχῃ τὸ πλῆθος τῶν ἐρχομένων τὴν εἴσοδον. Κατορύττοντες τοίνυν, καὶ τὸν τάφον αὐτῆς θέλοντες μεταθέσαι, εὗρον ἐν αὐτῷ τὴν ἁγίαν Κάραν αὐτῆς, ὥς ὄντως θησαυρὸν ἄσυλον, πλοῦτον ἀναφαίρετον, θαυμαστὴν εὐωδίαν ἐκπνέουσαν, καὶ τοὺς πάντας ἀρωματίζουσαν. Ἐν δὲ τῇ ὥρᾳ αὐτῆς τῆς εὑρέσεως, πολλὰ τῶν θαυμάτων ἐτελέσθησαν· παράλυτος γὰρ ἀνωρθώθη, καὶ μογγιλάλος γυνὴ ἐγερθεῖσα τῆς κλίνης, ἐλάλει καθαρῶς δοξάζουσα τὸν Θεὸν, ὑπὲρ αὐτῆς τε καὶ τοῦ παραλύτου τῆς ἰάσεως· οὐ μὴν ἀλλὰ καὶ πάντοτε μέχρι τῆς σήμερον, ἡ Ἁγία τὰ αὐτὰ καὶ πλείονα ποιεῖ, διὸ καὶ ἡ μνήμη ταύτης τῆς εὑρέσεως, ἐτάχθη ἑορτάζεσθαι ἐν ταύτῃ τῇ ἡμέρᾳ, εἰς ὠφέλειαν ἡμῶν, καὶ τιμὴν καὶ δόξαν τῆς Ὁσίας, καὶ τοῦ ταύτην καὶ πάντας τοὺς Αὐτοῦ θεράποντας δοξάζοντος Θεοῦ.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Καλλιπάρθενε Νύμφη, τοῦ ἀφθάρτου Νυμφίου, Ματρῶνα ἔνδοξε, εὐχαῖς σου εὐπροσδέκτοις, καὶ θείαις σου πρεσβείαις, πρὸς Αὐτὸν ἡμᾶς λύτρωσαι, φθοροποιῶν ἐκ παθῶν, τοὺς πόθῳ σε ὑμνοῦντας.

Ὡς χρυσὸς μὲν αὐγάζει, νοητῶς ἡ σὴ κάρα ἐκ θείας χάριτος, ὡς ῥόδον δὲ εὐφραίνει, ὀδμαῖς ἐπουρανίαις, τὰς αἰσθήσεις τῶν δούλων σου, Ὁσία Μῆτερ ἡμῶν, ψυχῶν τε καὶ σωμάτων.

Νυσταγμῷ βαρυθέντα, τῷ τῆς ἀπογνώσεως καὶ κατακείμενον, σὺ οὖν ἔγειρόν με, πρὸς ἐγρήγορσιν θείαν πρεσβείαις σου, ἵνα μετ’ ἐλπίδος τῆς σωτηρίας μου δοξάζω, τῆς σῆς κάρας Ματρῶνα τὴν εὕρεσιν.

Θεοτοκίον.

Παρθενικῆς ἐκ νηδύος, σαρκωθεὶς ἐπεφάνης, εἰς σωτηρίαν ἡμῶν, δι’ ὅσου τὴν Μητέρα, εἰδότες Θεοτόκον, ὀρθοδόξως κραυγάζομεν, ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἷ.

ᾨδὴ η΄. Ἑπταπλασίως κάμινον.

Ὁ θεοπάτωρ ἅλμασι, καὶ σκιρτήμασιν ἔχαιρε, πρὸς τῆς ἐν τῷ νόμῳ κιβωτοῦ ὡς γέγραπται, ἡμεῖς δὲ γηθόμενοι, πρὸ τῆς σῆς κάρας θείαις φωναῖς, τῶν σῶν ἀρετῶν, καὶ τῶν ἀγώνων τὸ κλέος, ὑμνοῦντες ἐξαιτοῦμεν, ἐκ Θεοῦ σωτηρίαν διὰ τῆς σῆς πρεσβείας Ματρῶνα πανολβία.

Πηγὴ θαυμάτων δείκνυται, ἡ πανίερος κάρα σου, καὶ σηκὸς ὁ θεῖος, ἰατρεῖον ἄμισθον, τοῖς πίστει προστρέχουσι, καὶ αἰτουμένοις χάριν τὴν σὴν, τὴν παρὰ Θεοῦ σοὶ βραβευθεῖσαν ἀξίως, Ματρῶνα πανολβία, τοῦ ἀμέμπτου σου βίου, καὶ ἔργων τῶν ἐνθέων καὶ τῶν λαμπρῶν ἀγώνων.

Οὐχ ὡς τὴν Εὔαν πρότερον, ὁ σατὰν ὁ ἀρχέκακος, ἐν ψιθυρισμοῖς, καὶ βρώσει ἐδελέασεν, ἀλλὰ σὺ πανθαύμαστε, φρονήσει καὶ ἀνδρείᾳ τῇ ση, τούτου τὰς δεινὰς, μηχανουργίας καθεῖλες, καὶ ἔδειξας ἀπράκτους τὰς ἐνέδρας καὶ δόλους, καὶ τὴν ὀφρὺν τὴν τούτου, κατέρραξας θεόφρον.

Θεοτοκίον.

Νομοθετῶν εὐσέβειαν καὶ διδάσκων μετάνοιαν, ὁ Ἐμμανουὴλ, ἐκ Σοῦ τεχθεὶς ἐπέφανεν, ὅν νῦν ἐκδυσώπησον, Ὑπεραγία Δέσποινα, τῆς δικαιοσύνης ὑπανοῖξαί μοι πύλας, καὶ σώσαι με βοῶντα· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ᾨδὴ θ΄. Ἐξέστη ἐπὶ τούτῳ ὁ Οὐρανός.

Νηστείᾳ, ἀγρυπνίᾳ, καὶ προσευχῇ, τὴν ζωὴν διανύσασαν ἅπασαν, Μῆτερ τὴν σὴν, εἴληφας ἀξίως τὰς ἀμοιβὰς, δι’ ὅ καὶ συναγάλλῃ νῦν, μετὰ τῶν δικαίων ἐν οὐρανῷ, πρεσβεύουσα ἀπαύστως, ὑπὲρ τὸν σὲ μεσίτην, προβαλλομένων πρὸς τὸν Κύριον.

Ἰσίδωρον Μυρόπην συμπρεσβευτὰς, καὶ Μαρκέλλαν Ματρῶνα παράλαβε, τοὺς Ἀθλητὰς, μετὰ Ἰωάννου καὶ Ἰωσὴφ, Νικήτα τοὺς προλάμψαντας, ἐν τῇ Νήσῳ ταύτῃ ἀσκητικῶς, καὶ δὴ τοὺς νεοάθλους, Θεόφιλον, Νικήταν, Μανουὴλ Μάρκον, Νικόλαον.

Μεγίστην παῤῥησίαν πρὸς τὸν Θεὸν, κεκτημένη Ὁσία ἱκέτευε, ὑπὲρ ἡμῶν, τῶν ἀνευφημοῦντών σε εὐλαβῶς, καὶ πίστει προσκυνούντων σου, τὴν τιμίαν κάραν καὶ τὰ ὀστᾶ, καὶ τὴν σεπτὴν εἰκόνα, Ματρῶνα θεοφόρε, σὺν Ἀγγελῇ τῷ Νεομάρτυρι.

Θεοτοκίον.

Ὡράθης ὦ Παρθένε Μῆτερ Θεοῦ, ὑπὲρ φύσιν τεκοῦσα ἐν σώματι, ἀγαθὸν λόγον ἐκ καρδίας τῆς ἑαυτοὺ, ὅν ὁ Πατὴρ ἠρεύξατο, πάντων πρὸ αἰώνων ὡς ἀγαθὸς, ὅν νῦν καὶ τῶν σωμάτων, ἐπέκεινα νοοῦμεν, εἰ καὶ τὸ σῶμα περιβέβληται.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Συγχάρητέ μοι σήμερον, Νῆσοι καὶ Πόλις ἅπασα, ἐν τῇ εύσήμῳ ἡμέρᾳ, ἐν ᾗ εὑρέθη ἡ κάρα, Ματρώνης τῆς θεόφρονος, τῆς ἐμὸν οὔσης βλάστημα, θρέμμα τε δὴ καὶ σέμνωμα, καὶ προστασία καὶ σκέπη, ἡ Χίος σκιρτῶσα κράζει.

Θεοτοκίον.

Μαρία καθαρώτατον, χρυσοῦν θυμιατήριον, τῆς ἀχωρήτου Τριάδος, δοχεῖον γεγενημένη, ἐν ᾧ Πατὴρ ηὐδόκησεν, ὁ δὲ Υἱὸς ἐσκήνωσε, καὶ Πνεῦμα τὸ Πανάγιον, ἐπισκιάσαν σοι Κόρη, ἀνέδειξε Θεοτόκον.

Εἰς τοὺς Αἴνους. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Δεῦτε, τὴν τιμίαν κεφαλὴν, τῆς θεοτιμήτου Ματρώνης, πάντες τιμήσωμεν, ἥν Θεὸν ἐτίμησε θαυμάτων χάριτι, ὁ τιμῶν τοὺς τιμήσαντας, Αὐτὸν θείοις ἔργοις, ἐν τῷ μετὰ σώματος βίῳ δικαίοις ζυγοῖς, πίστει ἀσπαζόμενοι ταύτην, ὄργανον τῆς χάριτος οὗσαν, τῶν ἐνεργειῶν τοῦ θείου Πνεύματος. (Δίς).

Δεῦτε, τὴν τιμίαν κεφαλὴν, τῆς παμμακαρίστου Ματρῶνης, νῦν μακαρίσωμεν, τὴν θεομακάριστον, ὡς κεκτημένην σαφῶς, οὕς προεῖπεν ὁ Κύριος, ἐν εὐαγγελίοις, μακαρισμοὺς ἅπαντας, πτωχείαν πνεύματος, πένθος, καὶ πρᾳότητα θείαν, πεῖναν τοῦ δικαίου, καὶ δίψαν, καὶ ἑξῆς τῶν ἄλλων τὴν συμπλήρωσιν.

Δεῦτε, τὴν τιμίαν κεφαλὴν, τῆς Ὁσιωτάτης Ματρώνης, ἐπαίνοις στέψωμεν, πάντες εὐφραινόμενοι, ἐν τῇ εὑρέσει αὐτῆς, θησαυρὸς γὰρ ἀνέκλειπτος, καὶ ἄσυλος πλοῦτος, καὶ ὄλβος οὐράνιος, ἡμῖν δεδώρηται, παρὰ τοῦ Θεοῦ περιέχων, πάντα τῶν ψυχῶν καὶ σωμάτων, ἀγαθὰ σωτήρια καὶ πρόσφορα.

Δόξα. Ἦχος δ΄.

Ὁ Ναός σου γέγονε Ματρῶνα ἔνδοξε, ἄμισθον ἰατρεῖον, καὶ ἰατρεύει πάθη χαλεπά· δι’ ὅν οἱ ἐν νόσοις τρυχόμενοι, καὶ ἀκαθάρτοις πνεύμασιν ὀχλούμενοι, ἐν αὐτῷ εἰσιόντες, τῶν ποθουμένων τυγχάνουσι, καὶ θαμβητικῶς ἀναβοῶσι· Μέγας εἷ Κύριε, καὶ θαυμαστὰ τὰ ἔργα Σου, ὁ δοξάζων τοὺς Ἁγίους Σου.

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι...

Μεγαλυνάριον.

Χαίροις ὦ Ματρῶνα Νύμφη Χριστοῦ, χαίροις τῶν Παρθένων τῶν φρονίμων ἡ εὐκλεὴς, προσθήκη Ὁσία, ἡ ἐν φαιδρᾷ λαμπάδι, Χριστῷ προσυπάντησασα τῷ Νυμφίῳ σου

Χαίροις ὦ Ματρῶνα θεοειδής, ὁσιοπαρθένων, ἐγκαλλώπισμα καί κανών, χαίροις εγκρατείας, λαμπάς φαεινοτάτη, χαῖρε τῆς νήσου Χίου, θεῖον ὡράισμα.

ΝΕΟΝ ΧΙΑΚΟΝ ΛΕΙΜΩΝΑΡΙΟΝ, ΧΙΟΣ 1992, ΕΚΔΟΣΙΣ Ζ' 


Εκτύπωση   Email