ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΕΝ ΧΙΩι ΚΑΤΑ ΤΟ ΠΑΛΑΙΟΚΑΣΤΡΟΝ ΓΕΝΟΜΕΝΟΥ ΘΑΥΜΑΤΟΣ ΥΠΟ ΤΗΣ ΟΣΙΟΜΑΡΤΥΡΟΣ ΠΑΡΑΣΚΕΥΗΣ (14 ΟΚΤΩΒΡΙΟΥ)

agia_paraskeyhΤῇ 14ῃ Ὀκτωβρίου ἐορτάζομεν τήν ἀνάμνησιν τοῦ παραδόξου θαύματος, ὅπερ ἐτέλεσεν ἐν τῇ νησῳ τῆς Χίου, κατά τήν συνοικίαν τοῦ Παλαιοκάστρου, ἡ Ἁγία Ὁσιομάρτυς καί Ἀθληφόρος τοῦ Χριστοῦ Παρασκευή, ἐν ἔτει 1442 ἀπό Χριστοῦ.

ΕΝ ΤΩι ΜΕΓΑΛΩι ΕΣΠΕΡΙΝΩι

Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Παρασκευὴν τὴν Ἁγίαν δεῦτε τιμήσωμεν, αὐτῆς γὰρ ταῖς πρεσβείαις, ἐξιλάσθη ὁ πάντων, Δεσπότης ὁ δικαίως ἡμῖν ὀργισθείς, καὶ θαλάσσης τὸ ὅρμημα, παλινδραμῆσαν κελεύσματι θεϊκῷ, εἶδε Χίος πᾶσα σήμερον.

Μαρτυρικὴν παῤῥησίαν πρὸς τὸν Νυμφίον σου, σὺ τὸν Χριστὸν πλουτοῦσα, πανοσία καὶ Μάρτυς, πρέσβευε ὑπὲρ πάντων τῶν σοὶ ἐκτενῶς, προσπιπτόντων ἐν θλίψεσι, καὶ τῶν κινδύνων λυτροῦσαι καὶ πειρασμῶν, καὶ ἡμᾶς πάλαι διέσωσας.

νευφημοῦμέν σε πόθῳ, ἀνακηρύττοντες, ἁπανταχοῦ τὴν χάριν, ἀνείκαστον ὄντως, καὶ γὰρ σὺ Ἀμβροσίῳ τῷ σῷ ἱερεῖ, καθυπέσχου ἀλώβητον, διατηρήσειν τὴν Χίον ἐκ τῆς ὀργῆς, καὶ ταῖς σαῖς πρεσβείαις σέσωσται.

 Δόξα. Ἦχος β΄.

γάλλεται σήμερον ἡ Χίος ἅπασα, ἐπὶ τῇ μνήμῃ τῆς Ὁσιομάρτυρος, φαιδρῶς πανηγυρίζουσα, ὅτι προστάτην αὐτὴν εὕρατο, ἐν κινδύνοις θερμότατον. Καὶ γάρ ποτε κατακλυσμοῦ πανωλεθρίαν, τῆς γείτονος θαλάσσης, ἀπειλησάσης κατὰ τῆς Πόλεως, αὐτὴ πρὸς τὸν κοινὸν Δεσπότην, τῶν μαρτυρικῶν αὐτῆς χειρῶν χρησαμένη ἐκτάσεσι, παραδόξως ταύτην ἐῤῥύσατο. Διὸ καὶ ἡμεῖς οἱ τῶν σεσωσμένων ἀπόγονοι, τὸν αἰτήσιον ἐγκαινισμὸν ἐπιτελοῦντες τοῦ θαύματος, ἐν πίστει καὶ πόθῳ πρὸς αὐτὴν βοήσωμεν, λέγοντες· Παρασκευὴ πανθαύμαστε, μὴ ἐλλίπης ὑπὲρ ἡμῶν ᾀεὶ πρεσβεύουσα.

 Καὶ νῦν. Θεοτοκίον.

Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω Παρθένος ἔτεκες, καὶ Παρθένος ἔμεινας· ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Εἴσοδος. Φῶς Ἱλαρόν. Τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα.

Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Προφητείας Ἱερεμίου τὸ Ἀνάγνωσμα.

Περιδράμετε ἐν ταῖς ὁδοῖς Ἱερουσαλήμ, καὶ ἴδετε, καὶ γνῶτε, ζητήσατε ἐν ταῖς πλατείαις αὐτῆς, εἶ ἔστι ποιῶν κρῖμα, καὶ ζητῶν πίστιν καὶ ἵλεως ἔσομαι αὐτοῖς, λέγει Κύριος. Ἀκούσατε δὴ ταῦτα λαὸς μωρὸς καὶ ἀκάρδιος, ὀφθαλμοὶ αὐτοῖς καὶ οὐ βλέπουσιν, ὧτα αὐτοῖς, καὶ οὐκ ἀκούουσιν. Μὴ ἐμὲ οὐ φοβηθήσεσθε λέγει Κύριος; ἤ ἀπὸ προσώπου μου οὐκ εὐλαβήσεσθε; Τὸν τάζοντα ἄμμον ὅριον τῇ θαλάσσῃ, πρόσταγμα αἰώνιον, καὶ οὐχ ὑπερβήσεται αὐτό, καὶ ταραχθήσεται καὶ οὐ δυνήσεται, καὶ ἠχήσουσι τὰ κύματα αὐτῆς, καὶ οὐχ ὑπερβήσεται αὐτό. Τῷ δὲ λαῷ τούτῳ ἐγεννήθη καρδία ἀνήκοος καὶ ἀπειθής, καὶ ἐξέκλιναν καὶ ἀπῆλθον. Καὶ οὐκ εἶπον ἐν τῇ καρδίᾳ αὐτῶν, φοβηθῶμεν δὴ Κύριον τὸν Θεὸν ἡμῶν, τὸν διδόντα ἡμῖν ὑετὸν πρώϊμον καὶ ὄψιμον, κατὰ καιρὸν πληρώσεως προστάγματος θερισμοῦ, καὶ ἐφύλαξεν ἡμῖν. καὶ παρέβησαν κρίσιν, οὐκ ἔκριναν κρίσιν ὀρφανοῦ, καὶ κρίσιν χήρας οὐκ ἔκρινον. Μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψωμαι; Λέγει Κύριος· Ἡ ἐν ἔθνει τῷ τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχή μου; ἔκστατις καὶ φρικτὰ ἐγεννήθη ἐπ’ αὐτοῖς.

Προφητείας Ναοὺμ τὸ Ἀνάγνωσμα.

Κύριος μακρόθυμος καὶ μεγάλη ἡ ἰσχὺς αὐτοῦ. Καὶ ἀθῶον οὐκ ἐδικήσει Κύριος, ἐν συντελείᾳ καὶ ἐν σεισμῷ ἡ ὁδὸς αὐτοῦ. Καὶ νεφέλαι κονιορτὸς ποδῶν αὐτοῦ, ἀπειλῶν θαλάσσῃ καὶ ξηραίνων αὐτήν, καὶ πάντας τοὺς ποταμοὺς ἐξερημῶν, ὠλιγώθη ἡ Βασανίτης, καὶ ὁ Κάρμηλος. Καὶ τὰ λοιπὰ ἐξανθοῦντα τοῦ Λιβάνου ἐξέλιπε. Τὰ ὄρη ἐσείσθησαν ὑπ’ αὐτοῦ, καὶ οἱ βουνοὶ ἐσαλεύθησαν. Καὶ ἀνεστάλη ἡ γῆ ἀπὸ προσώπου αὐτοῦ, ἡ σύμπασα καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ, ἀπὸ προσώπου ὀργῆς αὐτοῦ τίς ὑποστήσεται; Καὶ τίς ἀντιστήσεται ἐν ὀργῇ θυμοῦ αὐτοῦ; ὁ θυμὸς αὐτοῦ τήκει ἀρχάς, καὶ πέτραι διεθρύβησαν ἀπ’ αὐτοῦ. Τί λογίζεσθε ἐπὶ Κύριον; Καὶ συντέλειαν αὐτὸς ποιήσεται. Οὐκ ἐκδικήσω δὶς ἐπὶ τὸ αὐτὸ ἐν θλίψει. Τάδε λέγει Κύριος κατάρχων ὑδάτων πολλῶν, καὶ οὕτω διασταλήσονται καὶ ἡ ἀκοή σου οὐκ ἐνακουσθήσεται ἔτι.

Εἰς τὴν Λιτήν.

Ἦχος πλ. α΄.
ς ἐν πέτρᾳ στεῤῥᾷ, τῆς ὁμολογίας Χριστοῦ, προσερεισθεῖσα Παρασκευὴ πανεύφημε, τὸν παλαμναῖον ἐχθρὸν εἰς χάος ἐβύθησας, καὶ στέφος δὲ τῆς νίκης ἐπάξιον ἀπείληφας.

Δόξα. Ἦχος πλ. β΄.
Σήμερον ἡ Χίος πᾶσα, τὴν ἀνάμνησιν ἄγει, τοῦ σώσαντος αὐτὴν παραδόξου θαύματος, ὅ μαρτυρικῇ παῤῥησίᾳ πρὸς Θεὸν τὸν τῶν ὅλων Δεσπότην, κεχρημένη ἐτέλεσε, Παρασκευὴ ἡ πανθαύμαστος. Τὴν γοῦν εὐεργεσίαν ἀνακηρύττουσα, αἰτεῖται δι’ αὐτῆς ἑκάστοτε, παρὰ Θεοῦ τὸ μέγα ἔλεος.

Εἰς τά Ἀπόστιχα. Στιχηρά προσόμοια.

Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Δεῦτε Χίος ἅπασα, πνευματικῶς συνελθόντες, τὴν σεπτὴν ἀνάμνησιν τῆς Ὁσιομάρτυρος ἐκτελέσωμεν, τοῦ φρικτοῦ θαύματος, ὅ κοινῶς ἔσωσε, ποντουμένην ἐκ τοῦ κλύδωνος, τὴν πόλιν ἅπασαν. Νεύματι γὰρ θείῳ ἡ θάλασσα, τὰ ὅρια ἐκβέβηκεν, ἅπερ ἀπ’ ἀρχῆς αὐτῇ τέθειται, ἵνα κατακλύσῃ, ἀνόμους τοὺς ὑβρίζοντας Θεόν, ἀλλὰ πρεσβείαις τῆς Μάρτυρος, πάλιν ἐπανέκαμψεν.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Χαίροις παναοίδιμε, Παρασκευὴ σοὶ βοῶμεν, ἡ τὴν Χίον σώσασα, τοῦ παναγίου κλύδωνος, ταῖς πρεσβείαις σου, τὸν θυμὸν παύσασα τοῦ κοινοῦ ἄνακτος, ἐν νεφέλῃ γὰρ ὁλόφωτον, ὑψοῦ ἑώρακεν, αἴρουσαν σὰς χεῖρας Ἀμβρόσιος, ὁ Ὅσιος καὶ ἤκουσε, φόβον ἀπόθεσθαι χαώσεως. Καὶ νῦν κατὰ χρέος, ἐτήσιον τελοῦν ἑορτήν, ἀνακροτοῦμεν τὴν χάριν σου Μάρτυς ἀξιάγαστε.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Νῦν ἐυχαριστοῦμέν σοι, Παρασκευὴ Ἀθληφόρε, ἐτησίως μέλποντος ἐν Ναῷ Ἁγίῳ σου, καὶ κηρύττοντες, ὡς ἡμᾶς ἔσωσας, τοῦ δεινοῦ κλύδωνος, ἀνομοῦντας πρὸς τὸν Κύριον, καὶ σοῦ δεόμεθα, πρόστηθι εὐσπλάγχνως ἑκάστοτε, συνέριθον λαμβάνουσα, ἐν ταῖς πρὸς Θεόν σου ἐντεύξεσι, τὴν σεπτὴν Ματρῶναν. Τῆς Χίου οὗσαν στήριγμα ᾀεί, καὶ γὰρ αἱ δύω ὡς κρείττονες, τῆς Γραφῆς ἀκούομεν.

 Δόξα. Ἦχος α΄.

 Παρασκευὴ πανεύφημε, Μαρτύρων ἐγκαλλώπισμα, προστάτην σε τῆς πόλεως ἡμῶν παραδόξως ἐκ τῶν ἔργων ἐγνωκότες, καὶ πρεσβευτὴν πρὸς Θεὸν ἀκαταίσχυντον, κατὰ χρέος σε γεραίρομεν εὐχαριστοῦντες, ὅτι σπλαγχνισθεῖσα ἐφ’ ἡμᾶς ἵλεων ἀπειργάσο τὸν Δεσπότην, ὥστε μὴ εἰς τέλος ἡμᾶς ἀπλέσθαι. Καὶ νῦν σου δεόμεθα, μὴ παύσῃ πρὸς αὐτόν, ὑπὲρ ἡμῶν ᾀεὶ πρεσβεύουσα, ὅπως εὕρομεν ἔλεος ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.

Καὶ νῦν. Θεοτοκίον.

δοὺ πεπλήρωται ἡ τοῦ Ἡσαΐου πρόῤῥησις, Παρθένος γὰρ ἐγέννησας, καὶ μετὰ τόκον, ὡς πρὸ τόκου διέμεινας. Θεὸς γὰρ ἦν ὁ τεχθείς, διὸ καὶ φύσις ἐκαινοτόμησεν. Ἀλλ’ ὧ Θεομῆτορ, ἱκεσίας σῶν δούλων, σῷ τεμένει προσφερομένας σοι, μὴ παρίδῃς, ἀλλ’ ὡς τὸν Εὔσπλαγχνον σαῖς ἀγκάλαις φέρουσα, σοῖς οἰκέταις σπλαγχνίσθητι, καὶ πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν....

Νῦν ἀπολυεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος α΄. 
Τὴν σπουδήν σου τῇ κλήσει κατάλληλον, ἐργασαμένη φερώνυμε, τὴν ὁμώνυμόν σου πίστιν εἰς κατοικίαν κεκλήρωσαι, Παρασκευὴ ἀθλοφόρε· ὅθεν προχέεις ἰάματα, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Καὶ νῦν... Θεοτοκίον

  Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Καὶ Ἀπόλυσις


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
 

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα.
 Ἦχος α΄ Τὸν Τάφον Σου Σωτήρ.

ς ἄμωμος ἀμνάς, καὶ ἁγνὴ τῷ Κυρίῳ, συνήφθης μυστικῶς, ἐν σεμνότητι βίου, τῷ κάλλει τῆς ἀθλήσεως, σεαυτὴν ὡραΐσασα, ὅθεν εἴληφας, παρὰ Θεοῦ Μάρτυς χάριν, πάσης θλίψεως, τοὺς προσιόντας σοι πίστει, κινδύνων ἐκρύεσθαι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Μητέρα Σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα, σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν, σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην Πανάμωμον.

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα.
Ἦχος δ΄. Ἐπεφάνη σήμερον.

Εὐφροσύνης σήμερον, ἡ Χίος πᾶσα, ἐπληρώθη ἅπασα, ἐν τῇ πανδήμῳ ἑορτῇ, Παρασκευῆς τῆς θεόφρονος, μεγαλοφώνως, τὴν χάριν κηρύττουσα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὰς ἀχράντους χεῖρας σου, Παρθενομήτωρ, ἐφαπλοῦσα σκέπασον, τοὺς πεποιθότας ἐπὶ σοί, καὶ τῷ Υἱῷ σου κραυγάζοντας, ᾶσι παράσχου, Χριστὲ τὰ ἐλέη σου.

 
Μετὰ τὸν Πολυέλεον, κάθισμα.
Ἦχος πλ. δ΄. Τὸ προσταχθὲν μυστικῶς.

Τῶν θαυμασίων τοῦ Θεοῦ ἄγοντες μνεῖαν, ἑτοιμαζώμεθα πιστοὶ πρὸς τῆς ἐξόδου, καὶ τῆς πίστεως ἀξίως πολιτευθῶμεν, ὁ Παῦλος γὰρ πᾶσι λέγει ὡς φοβερόν, εἰς χεῖρας Θεοῦ τῶν ὅλων τὸ ἐμπεσεῖν, ὅθεν φόβῳ λατρεύσομεν, ἡμέραν ὄντως τὴν φρικτήν, ἐκείνην ἐνθυμούμενοι, ὅτε κρίνει τὰ σύμπαντα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Θεοχαρίτωτε Ἁγνὴ εὐλογημένη, τὸν διὰ σπλάγχνα οἰκτιρμῶν ἐκ σοῦ τεχθέντα, σὺν ταῖς ἄνω Δυνάμεσι καὶ τοῖς Ἀρχαγγέλοις, καὶ πᾶσι τοῖς Ἀσωμάτοις ὑπὲρ ἡμῶν, δυσώπει ἀκαταπαύστως δοῦναι ἡμῖν, πρὸ τοῦ τέλους συγχώρησιν, καὶ ἱλασμῶν ἁμαρτιῶν, καὶ βίου ἐπανόρθωσιν, ὅπως εὕρομεν ἔλεος.

Ὁ κανὼν τῆς Θεοτόκου· καὶ τῆς Ἁγίας.
 ᾨδὴ α΄. Ἦχος δ΄. Θαλάσσης τὸ ἐρυθραῖον.

μνοῦσι, τὴν φωτοφόρον μνήμην σου, Μάρτυς πανεύφημε, χάριν δοθῆναι αἴτησαι ἡμῖν, καὶ πταισμάτων τὴν ἄφεσιν, Παρασκευὴ ἀοίδιμε, ταῖς πρὸς τὸν Κύριον δεήσεσι.
Νομίσας, τῆς καρτερίας λύειν σου, Μάρτυς τὸ εὔτονον, ὁ τοῖς ξοάνοις τύραννος δεινῶς, ἀπονέμων προσκύνησιν, ἀλλὰ σοφοῖς σου ῥήμασι, τούτου τὸ θράσος ἅπαν λέλυται.

Τς Χίου σὺ ἀρωγὸς ἀνέφανας, Μάρτυς πανεύφημε, ταῖς σαῖς πρεσβείαις, στήσασα ὁρμήν, τῆς θαλάσσης καὶ ἔσωσας, κατακλυσμοῦ τοὺς κράζοντας· πρόφθασον ῥῦσαι κινδυνεύοντας

Θεοτοκίον

Λόγος, ἐκ σῶν ἀχράντων Δέσποινα, αἱμάτων τίκτεται, ἐμψυχωμένην σάρκα εἰληφώς, καὶ ἡμᾶς ὀλισθήσαντας, ἀπατεῶνος δήγματι, τῷ θείῳ κράτει ἀνεπλάσατο.

ᾨδὴ γ΄. Εὐφραίνεται ἐπὶ σοὶ.

νεύρου τὸ ἀσθενές, τὸ θεῖον Πνεῦμα καὶ φαιδρὸν δέδειχεν, ἐξεικονίζον ἄριστα, τῆς σῆς ἀκραιφνοῦς ψυχῆς ἔλλαμψιν.

ωσθεῖσα σθένει Χριστοῦ, τὰς τῶν βουνεύρων ἀφειδῶς μάστιγας, Μάρτυς Χριστοῦ ὑπέφερες, οἷά τις ἀδάμας στερρότατος.

Δεήσει σου πρὸς Θεόν, τὸ τῆς θαλάσσης μανικὸν ὅρμημα, τοῦ καὶ ἀπειλὴν τοῦ κλύδωνος, εἰς τὸ γαληνὸν ἡμῖν ἔτρεψας.

Θεοτοκίον.

Σὺ μόνη τοῖς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος, Μήτηρ Θεοῦ γέγονας· ὅθεν σοι τὸ Χαῖρε κραυγάζομεν.

Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

κ σπαργάνων μητρῴων σὺ τῶ Χριστῶ, ἀνετέθης ὡς Μάρτυς διηνεκῶς, Αὐτῷ εὐηρέστησας, τῷ Σωτῆρι τῶν ὅλων, καὶ τυράννων θράση, στεῤῥῶς κατεπάτησας, καὶ βασάνους ὄντως, ἀνδρείως ὑπέμεινας, ὅθεν ὁ Χριστός σοι, τοὺς στεφάνους κοσμίσας, ἐνδόξως ἡτοίμασεν εἰς νυμφῶνα οὐράνιον, Παρασκευὴ ἀξιάγαστε, πρέσβευε Χριστῶ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν Ἁγίαν μνήμην σου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὴν Σοφίαν καὶ Λόγον ἐν σῇ γαστρί, συλλαβοῦσα ἀφράστως Μήτηρ Θεοῦ τῷ κόσμῳ ἐκύησας, τὸν τὸν κόσμον κατέχοντα, καὶ ἐν ἀγκάλαις ἔσχες, τὸν πάντα συνέχοντα, καὶ ἐκ μαζῶν ἐθήλασας, τὸν πάντας ἐκτρέφοντα. Ὅθεν δυσωπῶ σε, Παναγία Παρθένε, ῥυσθῆναι πταισμάτων μου, ὅταν μέλλω παρίστασθαι, πρὸ προσώπου τοῦ Κτίστου μου, Δέσποινα Παρθένε ἁγνὴ τὴν σὴν βοήθειαν τότε μοι δώρησαι· καὶ γὰρ δύνασαι, ὅσα θέλεις πανύμνητε.

ᾨδὴ δ΄. Ἐπαρθέντα σε ἰδοῦσα.

αμάτων ἐντυχοῦσα καὶ χαρισμάτων, καὶ ὀπτασίας Ἔνδοξε, τὰς θείας πηγάζεις, χάριτας ἑκάστοτε, τοῖς πίστει γεραίρουσι, καὶ τῷ σῷ τεμένει προστρέχουσι.

υτίδα ὄντως καὶ σπίλον μηδόλως σχοῦσα, ἁγιασμόν τε σώματος, ἐπικτησαμένη, Ἀγγέλους τεθέασαι, μεθ' ὧν ἀνεκραύγαζες· Δόξα τῇ δυνάμει σου Κύριε.

ς κατάπληκτον ἰδόντες, ὁρμὴν ἑκείνην τὴν τῆς θαλάσσης, ἅπασα ἡ πόλις θρηνοῦσα σοὶ Μάρτυς προσέδραμον, ῥυσθῆναι δεόμενοι, ἕτοιμον προστάτην εὑρόντες σοι

 Θεοτοκίον

πειρογάμως ἐκύησας ὦ Παρθένε, καὶ μετὰ τόκον ὤφθης, παρθενεύουσα πάλιν· ὅθεν ἀσιγήτοις φωναῖς, τὸ Χαῖρέ σοι Δέσποινα, πίστει ἀδιστάκτῳ κραυγάζομεν.

ᾨδὴ ε΄. Σὺ Κύριε μου φῶς

γώνισαι Σεμνή, καὶ τὸν τύραννον ἔκτεινας, ῥητρεύσεσι ταῖς πανσόφοις, πρὸ βημάτων ἐμφρόνως, τὸν Χριστὸν καταγγέλλουσα.

Νοῦν ἔχουσα στερρόν, ἀπτοήτῳ φρονήματι, κατῄσχυνας τῶν εἰδώλων, τὰ σεβάσματα πάντα, γραφικαῖς ἀποδείξεσι.

μνοῦμέν σε σεμνή, οἱ σωθέντες πρεσβείαις σου δεόμενοι μέχρι τέλους, προστατεύειν τῆς Χίου Παρασκευὴ ἀοίδιμε.

Θεοτοκίον

Σὲ ὅπλον ἀρραγές, κατ' ἐχθρῶν προβαλλόμεθα, σὲ ἄγκυραν καὶ ἐλπίδα, τῆς ἡμῶν σωτηρίας, Θεόνυμφε κεκτήμεθα.

 ᾨδὴ στ΄. Θύσω σοι, μετὰ φωνῆς.

 γγέλου, παρουσίᾳ τὴν στέρνοις τεθεῖσάν σοι, μεγίστην πάνσεμνε πλάκα, καὶ χειρῶν τοὺς ἥλους ἔνδοξε Μάρτυς, ὁ Δεσπότης, ῥοπῇ θείᾳ θᾶττον ἠφάνισε.

 Νέαν σε, πρωτομάρτυρα Θέκλαν δοξάζομεν, οἷα κηρύξασαν πᾶσι, καὶ πολλοὺς φωτίσασαν θείῳ λόγῳ, καὶ ἀπίστους, πρὸς τὴν ἔνθεον πίστιν ῥυθμίσασαν.

 στησας θαλαττίων ῥευμάτων τὴν ἔφοδον, μαρτυρικῇ παῤῥησίᾳ, κεχρημένῃ Μάρτυς, καὶ τρέψασα εἰς τοὺ πίσω, Παρασκευὴ τῆς Χίου διάσωσμα.

 Θεοτοκίον

θαῦμα, τῶν ἁπάντων θαυμάτων καινότερον! ὅτι Παρθένος ἐν μήτρᾳ, τὸν τὰ σύμπαντα περιέποντα, ἀπειράνδρως, συλλαβοῦσα οὐκ ἐστενοχώρησεν.

Κοντάκιον. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Τὸν ναόν σου πάνσεμνε, ὡς ἰατρεῖον, ψυχικὸν εὑράμενοι, ἐν τούτῳ πᾶντες οἱ πιστοί, μεγαλοφώνως τιμῶμέν σε· Ὁσιομάρτυς, Παρασκευὴ ἀοίδιμε.

Ὁ Οἶκος.

τοῦ Νυμφίου σε φωνή, καλέσασα ὡς νύμφην, στεφάνῳ ἀφθαρσίας, ἐκόμισε θεόφρον Παρασκευὴ πανευκλεής, καὶ μετὰ Ἀθλοφόρων καὶ Μαρτύρων τῶν σεπτῶν, ἀξίως συνηρίθμησε. Μεθ’ ὧν ευφραινομένη μέμνησο, τῶν ἐκτελούτων τὴν ἁγίαν ἑορτήν σου, καὶ συνελθόντων ἔνδον τοῦ Ναοῦ σου, ἐν αὐτῷ γὰρ νυνὶ παρεστῶτες, ἀπὸ ψυχῆς προσφέρομέν σοι τοὺς ὕμνους, Ὁσιομάρτυς Παρασκευὴ ἀοίδιμε.

Συναξάριον

Τῇ ΙΔ' τοῦ αὐτοῦ μηνός, ἀνάμνησις τῆς παραδόξου σωτηρίας τὴν ὁποίαν ἐτέλεσε ἐν τῇ Νήσῳ τῆς Χίου, ἡ Ἁγία καὶ ἔνδοξος Ὁσιομάρτυς Παρασκευὴ χαλινώσασα τὴν ὁρμὴν τῆς θαλάσσης, καὶ εἰς τὰ ὀπίσω αὐτὴν ἀποστρέψασα, ἥτις ὡς ἐφάνη ὥρμησεν ὑπὸ θεϊκῆς ὀργῆς, διὰ νὰ καταποντίσῃ τὴν χώραν ὅλην.

Στίχος: Παρασκευή μέγιστον ἔδειξε θαῦμα

Σώσασα Χίον ἀπό ὁρμης θαλάσσης

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ναζαρίου, Γερβασίου, Προτασίου, καὶ Κελσίου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κοσμᾶ τοῦ Ποιητοῦ, Ἐπισκόπου Μαϊουμᾶ τοῦ Ἁγιοπολίτου.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σιλβανοῦ τοῦ γέροντος, τοῦ διὰ ξίφους τελειωθέντος.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι τεσσαράκοντα Μάρτυρες οἱ ἐξ Αἰγύπτου καὶ Παλαιστίνης ξίφει τελειοῦνται.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πέτρου τοῦ Αὐσελάμου, πυρὸς τελειωθέντος.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Παρασκευῆς τῆς νέας.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰγνατίου τοῦ νέου, ἀρχιεπισκόπου Μηθύμνης τοῦ θαυματουργοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Νικολάου τοῦ ἁπλοῦ, Δουκὸς Τζερνηγοβίας τοῦ ἐν Σπηλαίῳ θαυματουργοῦ τοῦ Ῥώσσου.

Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Ἐν τῇ καμίνῳ Ἀβραμιαῖοι.

πὸ Κυρίου, σὺ φρουρουμένη πρὸ βήματος ἀσεβῶν, Μάρτυς, τὰς μασχάλας ἔστεγες, καρτερῶς φλεγομένη καὶ ὑπέψαλλες· Εὐλογητὸς εἶ ὁ Θεός μου βοῶσα καὶ Κύριος.

Φλέξαν μηδόλως, τοὺς παρανόμους καίει μᾶλλον τὸ πῦρ, Κόρη, ὁ Χριστὸς δὲ φυλάττει σε ἀβλαβῆ, καθὼς πάλαι διεσώσατο, πυρὸς τοῦ βρέμοντος, ἀδεεῖς Νεανίας χειρὶ κραταιᾷ.

χει σε Μάρτυς, πᾶσα ἡ Χίος προστάτιν Παρασκευή, ἥνπερ διέσωσας πάλαι κατακλυσμοῦ, καὶ πρεσβείαις σου πανεύφημε, Χριστὸν τὸν Κύριον εὐμενῆ εὑρίσκει καὶ ἵλεων.

Θεοτοκίον

Τὸ τοῦ Ὑψίστου, ἡγιασμένον θεῖον σκήνωμα, χαῖρε· διὰ σοῦ γὰρ δέδοται ἡ χαρά, Θεοτόκε τοῖς κραυγάζουσιν· Εὐλογημένη σὺ ἐν γυναιξίν, ὑπάρχεις Πανάμωμε.

ᾨδὴ η΄. Χεῖρας ἐκπετάσας Δανιήλ.

Οὐκ ὄντας θεοὺς ἀλλὰ ψευδῆ, δαιμόνων φάσματα, Μάρτυς ἀπέδειξας, καὶ κατηδάφισας τέλεον, καὶ εἰς τέλος κατελέπτυνας, ἐν εὐφροσύνῃ τῷ Χριστῷ, ἀπαύστως μέλπουσα· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ναοῦ δονηθέντος ἐπὶ γῆς, ἐπιφοιτήσει σου, Ἀπόλλων πέπτωκε, καὶ κατηκόντισται ξόανα, ἐνεργείᾳ τοῦ ἀχράντου Σταυροῦ, δι' οὗ φραχθεῖσα μυστικῶς, ἐν παρρησίᾳ πολλῇ, ἀνεβόας· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Φόβων τῶν κινδύνων τοὺς λαούς, τῆς Χίου κράζοντας, Μάρτυς ἐλέησον τοῖς αὐτῶν καμφθεῖσα δάκρυσι πρὸς Χριστὸν τὰς χεῖρας ἄρασα, Παρασκευὴ πανευκλεής, τούτους ἀπήλλαξας εκβοῶντας· Παρθενομάρτυς ταῖς λιταῖς σου, σῶσον ἡμᾶς τοὺς οἰκέτας σου.

Θεοτοκίον

Σὺ μόνη ἐν πάσαις γενεαῖς, Παρθένε ἄχραντε, Μήτηρ ἐδείχθης Θεοῦ, σὺ τῆς Θεότητος γέγονας, ἐνδιαίτημα πανάμωμε, μὴ φλογισθεῖσα τῷ πυρί, τοῦ ἀπροσίτου φωτός· ὅθεν πάντες, σὲ εὐλογοῦμεν Μαρία Θεόνυμφε.

ᾨδὴ θ΄. Λίθος ἀχειρότμητος ὄρους

ευστῆς βιοτῆς καὶ προσκαίρου, Μάρτυς τὴν μέλλουσαν ἠλλάξω, κάλλος τὸ ἀμήχανον ὁρᾶν, τοῦ σοῦ νυμφίου ἐπειγομένη τρανῶς· ὅθεν στεφάνων ἔτυχες, τῶν ἀκηράτων καλλιπάρθενε.

κούσασα φωνῆς βεβαιούσης, Παρασκευὴ σοῦ τὰς αἰτήσεις, θείας οὐρανόθεν καὶ τὸν δρόμον, προθύμως Μάρτυς σεμνὴ διήνυσας, καὶ πρὸς αὐτὸν ἀνέδραμες, κάραν τμηθεῖσα τὴν ἐρύτιμον.

Φύλαττε τὴν πόλιν σου Μάρτυς, Χίος ἡ πόλις σου βοᾷ σοι, πᾶσι τοῖς τῷ θείῳ ναῷ σου προσερχομένοις, τὰς αἰτήσεις πληροῦσα, Ὁσιομάρτυς ἔνδοξε, μετὰ Ματρώνης τῆς θεόφρονος.

Θεοτοκίον

φθης Χερουβὶμ ἀνωτέρα, καὶ οὐρανῶν ὑψηλοτέρα, ἄχραντε Παρθένε Μαρία, βουλῆς μεγάλης τεκοῦσα Ἄγγελον, τὸν τῷ Πατρὶ συνάναρχον, κριτὴν ἁπάντων ἐλευσόμενον.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθηται.

ωσθεῖσα καλλιπάρθενε, Σταυρῷ τῷ τοῦ Κυρίου σου, τυράννων ἔλυσας θράσος, ἀθλοῦσα Μάρτυς γενναίως, καὶ πρὸς Χριστοῦ ἀπείληφας, βραβεῖα νίκης πάνσοφε, Παρασκευὴ πανθαύμαστε, ὑπὲρ ἡμῶν δυσωποῦσα, τῶν σὲ τιμώντων ἐκ πόθου.

Θεοτοκίον.

Μαρία καθαρώτατον, χρυσοῦν θυμιατήριον, τῆς ἀχωρήτου Τριάδος, δοχεῖον γεγενημένη, ἐν ᾧ Πατὴρ ηὐδόκησεν, ὁ δὲ Υἱὸς ἐσκήνωσε, καὶ Πνεῦμα τὸ πανάγιον, ἐπισκιάσαν σοι Κόρη, ἐνέδειξε Θεοτόκον.

Εἰς τοὺς Αἴνους. Ἦχος δ΄. Ὁ ἐξ ὑψίστου κληθείς.

ἐλεήμων Θεὸς καῖ πάντων θέλων, οὔ ποτε τὸν θάνατον, ὡς τὴν μετάνοιαν θεοπρεπεῖ ἀγαθότητι, κατοικτειρήσας, τὴν παντελῆ τῆς Χίου ἀπώλειαν, ἔνευσε τῇ Μαρτύρι, πρέσβυν εὐπρόσδεκτον, αὐτῷ γενέσθαι, ὡς ηὔχετο, ἐπαγρυπνήσας, ὁ Θεοῦ μύστης θεῖος Ἀμβρόσιος, τὴν καταιγίδα κατευνᾶσαι, ὡς ἀπειλοῦσαν τὴν πᾶσαν ποιήσασθαι, ὑποβρύχιον πόλιν, εἰς Θεὸν ἐξαρματήσασαν. (Δίς).

Ἰωνᾶς Νινευῆ σώζει τὴν πόλιν, ταύτῃ τὸ ὀλέθριον κομίσας κήρύγμα, οἱ μεταγνόντες ἐσώθησαν, νῦν δὲ τὴν Χίον, Παρασκευή, ἡ θεία διέσωσε, τείνασα πρὸς Κύριον χεῖρας ἱκέτιδας, τὴν τῆς θαλάσσης ἐξόρμησιν, ἀναχαιτίσαι, ἐκμαινομένης πρὸς καταπόντισιν, χριστομιμήτῳ κεχρημένῃ, φιλανθρωπίᾳ ὁμοῦ καὶ χρηστότητι, ὅς τις σώζεσθαι θέλει, οὐκ ἀπόλλυσθαι τὸν ἄνθρωπον.

Μετανοείτε βροτοί, καὶ σωφρονεῖτε, φόβον συλλαμβάνοντες τῆς θείας κρίσεως, αὐτὰ βοῶσι τὰ θαύματα, ὧν ἐτησίως ἐπιτελοῦμεν τὴν ἀνακαίνισιν. Εἰ γὰρ μὴ διόρθωσιν βίου ποιήσαιμεν, ἔτει μειζόνως ἐκκαύσωμεν τὴν θείαν δίκην, ὅθεν προθύμως, ἅπαντες σπεύσωμεν, ἐξευμενίσαι τὸν Δεσπότην, φιλανθρωπίαν ἡμῖν ἐπιδείξασθαι, τὴν γὰρ Μάρτυρα πρέσβυν ἀκαταίσχυντον κεκτήμεθα.

Δόξα... Ἦχος β'

ν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ, ἐκεῖ κατεσκήνωσεν ἡ Ἁγία, τὴν λαμπάδα ἄσβεστον τηρήσασα. Ἀκούσωμεν τῆς παρθένου ἐγκώμιον· Ὦ Παρθενία, ναός Θεοῦ! ὦ Παρθενία, Μαρτύρων δόξαι ὦ Παρθενία, Ἀγγέλων συμμέτοχε.

Καὶ νῦν... Θεοτοκίον

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ἀπόστολον, Εὐαγγέλιον, τά συνήθη μαρτυρικά

ΝΕΟΝ ΧΙΑΚΟΝ ΛΕΙΜΩΝΑΡΙΟΝ , ΧΙΟΣ 1992, ΕΚΔΟΣΙΣ Ζ'


Εκτύπωση   Email