GeorgiosXiopolitisalfaΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΝΕΟΜΑΡΤΥΡΟΣ

ΓΕΩΡΓΙΟΥ ΤΟΥ ΧΙΟΥ

ΠΟΙΗΜΑ ΝΙΚΗΦΟΡΟΥ ΤΟΥ ΧΙΟΥ

Τῇ 26η Νοεμβρίου ἑορτάζομεν τήν μνήμην καί τήν ἄθλησιν τοῦ Ἁγίου Νεομάρτυρος Γεωργίου, καταγομένου ἐκ τῆς Νήσου Χίου καί ἀθλήσαντος εἰς τάς Κυδωνίας ἐν ἔτει 1807 ἀπό Χριστοῦ.

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Ψάλλομεν τά παρόντα Προσόμοια

Ἦχος α΄. Πανεύφημοι μάρτυρες ὑμᾶς.

Ἡ Χίος σε βλάστημα τερπνόν, Ἀθλητὰ ἐξήγαγε, Κυδωνιῶν δε ἡ πόλις σε, καλῶς ἐξέθρεψε, καὶ ὁ οὐρανός σε, μετὰ τέλος εἴληφε, Γεώργιε τρισμάκαρ ἀθλήσαντα, καὶ τὴν πανεύφημον, ἐκτμηθέντα ξίφει κάραν σου, ὡς ὡραῖον καρπὸν καὶ ἀκήρατον.

Γεώργιε Μάρτυς τοῦ Χριστοῦ, ἐν ᾠδαῖς τῶν ἄθλων σου, καὶ τῶν ἀγώνων γεραίρομεν, τὸ κλέος ἔνδοξε, οὕς ἀνδρειοφόνως, καὶ γενναίως ἤνεγκας, ὡς πρέσβυν πρὸς Θεὸν κεκτημένοι σε, ὅν καθικέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

Τοῦ ζῇν τὸ θανεῖν ὑπὲρ Χριστοῦ, νουνεχῶς προέκρινας, θεόφρον Μάρτυς Γεώργιε, δι’ ὅ γηθόμενος, πρὸς τοὺς ἐκζητοῦντας, συλλαβεῖν εἰς θάνατον, σαὐτὸν ἐθελουσίως παρέδωκας, οἱ ὡς ἀρνίον σε, ὅλως ἄφωνον ἀπήγαγον, καὶ θανάτῳ βιαίῳ κατέκριναν.

Γεώργιε Μάρτυς του Χριστοῦ, τὴν ἐνεγκαμένην σε, Χίον εὐχαῖς σου περίσωζε, πάσης κακώσεως, καὶ ἥν τῶν αἱμάτων, ταῖς ῥοαῖς ἡγίασας, πόλιν ἀνεπηρέαστον φύλαττε, ἀνευφημοῦσάν σε, καὶ πιστῶν ἅπαν τὸ πλήρωμα, σαῖς πρεσβείαις συντήρει ἀπήμαντον.

Δόξα. Ἦχος πλ. δ΄.

Τὴν ἑτήσιον μνήμην σήμερον, τοῦ Νεομάρτυρος Γεωργίου, πνευματικοῖς ᾄσμασιν εὐφημήσωμεν πιστοί, γενναίως γὰρ ἀγωνισάμενος, καὶ τὸν δρόμον τελέσας τοῦ μαρτυρίου δι’ αἵματος, Χριστῷ προσήχθης ὡς ἱερὸν ὁλοκάρπωμα, ᾧ καὶ νῦν ἐν δόξῃ μαρτυρικῇ παριστάμενος, πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Ὁ Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη· ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλα-βόμενος, καὶ ἐκ ταύτης προελθών, μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ᾿ οὐ τὴν ὑπόστασιν· διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν· ὅν ἱκέτευε Μήτηρ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

(Εἴσοδος, τό Φῶς Ἱλαρόν, τὸ προκείμενον καὶ τὰ Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα.

Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὑτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε· μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Εἰς τὴν Λιτήν. Ἦχος α΄.

Φαιδρύνεται λαμπρῶς, Χίος ἡ πατρίς σου καὶ κώμη ἡ τῶν Κυδωνίων, ἐπὶ τῇ σῇ μνήμῃ, Νεομάρτυς Γεώργιε, τῆς μὲν γὰρ πολίτης ἐγένου, τῆς δὲ πολιοῦχος ἤδη κατέστης καὶ φρουρός, ἀλλὰ καὶ πᾶσα ἡ τῶν πιστῶν Ἐκκλησία ἀγάλλεται, νέον σε πρέσβυν πρὸς Θεὸν κτησαμένη, ἥν ἐν εἰρήνῃ καὶ εὐσεβείᾶ ταῖς πρὸς αὐτὸν εὐπροσδέκτοις ἱκεσίαις σου διαφύλαττε.

Δόξα. Ἦχος πλ. α΄.

Δεῦτε φιλοθέων ὁμήγυρις, δεῦτε γηθοσύνως συνδράμωμεν, δεῦτε καὶ κοσμήσομεν ἄσμασι τὴν Ἐκκλησίαν, ἐπὶ τῇ μνήμῃ Γεωργίου τοῦ νεοφανοῦς Ἀθλητοῦ σήμερον γὰρ οὐρανῶν ἀνοιγέντων, εἰσέρχεται ἐν δόξῃ, καὶ μετὰ παῤῥησίας τῷ ποθουμένῳ Χριστῶ παρίσταται. Καὶ ὁ ἐν γῇ νομίμως ἀθλήσας, καὶ στεῤῥῶς ἀγωνισάμενος, ἀκηράτῳ στέφει ἐν οὐρανῷ, παρὰ τοῦ Στεφοδότου καταστέφεται καὶ τῶν ἀγώνων αὐτοῦ, μετ’ εὐλαβείας βοήσωμεν· μὴ ἐπιλάθῃ Ἅγιε, τῶν πιστῶς ἐπιτελούντων, τὴν ἀεισέβαστον μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον.

Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

Εἰς τὸν Στίχον.

 Ἦχος πλ. δ΄. Ὤ τοῦ παραδόξου θαύματος!

Νέε Ἀθλητὰ Γεώργιε, σὺ ἀληθῶς εὐγενές, ἀνεδείχθης γεώργιον, τοῦ Ἁγίου Πνεύματος, τοῦς αὐτοῦ γὰρ ἀοίδιμε, ἔφυσας ὄντως, καρποὺς τοῖς ἄθλοις σου, καὶ καταρδεύσας ῥείθροις αἱμάτων σου, θείως διέθρεψας, καὶ ἀφθάρτοις ἔθηκας ἐν οὐρανῶ, θήκαις καὶ συνέκλεισας, δι’ ὅ ὑμνοῦμέν σε.

Στ.: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ...

Γόνος τῆς Χίου καὶ βλάστημα, ὑπάρχων Μάρτυς Χριστοῦ, κατὰ σάρκα Γεώργιε, νῦν υἱὸς γεγένησαι, κατὰ χάριν ἀοίδιμε, τοῦ προανάρχου Πατρὸς καὶ σύγκληρος, τοῦ συνανάρχου Υἱοῦ ὡς μέτοχος, καὶ κοινωνὸς Αὐτοῦ, τῶν παθῶν καὶ σύμμορφος ὅνπερ ἡμῖν, σὺν Πατρὶ καὶ Πνεύματι, ἵλεων ἔργασαι.

Στ.: Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὀ Κύριος...

Χριστῶ συνῶν καὶ συζὼν ἀεί, καὶ σὺν Αὐτῷ ὑπὲρ νοῦν, ἐν μεθέξει θεούμενος καὶ συνδοξαζόμενος, τῶν τιμώντων σε μέμνησο, καὶ ἐκτελούντων πόθῳ τὴν μνήμην σου, καὶ εὐφημούντων, τοὺς θείους ἄθλους σου, καὶ προσκυνούντων σου, πίστει τὸ ἐκτύπωμα τὸ τῆς μορφῆς, καὶ τὰ θεία λείψανα Μάρτυς Γεώργιε.

Δόξα. Ἦχος γ΄.

Ἔδοξας ἐν ὀφθαλμοῖς ἀφρόνως τεθνᾶναι Γεώργιε, καὶ ἡ ἔξοδός σου ἐκ τῆς προσκαίρου ζωῆς, κάκωσις αὐτοῖς ἐλογίσθη, ἀλλὰ ζῇς ἐν Χριστῷ τὴν μακαρίαν καὶ εἰρηναίαν ζωήν, σὺν τοῖς Ἀγγέλοις καὶ τοῖς ἀπ’ αἰῶνος Ἁγίοις εὐφραινόμενος. Μέθ’ ὧν μὴ παύσῃ πρεσβεύων, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Ἀσπόρως ἐκ θείου Πνεύματος, βουλήσει δὲ Πατρός, συνείληφας Υἱὸν τὸν τοῦ Θεοῦ, ἐκ Πατρὸς ἀμήτορα, πρὸ τῶν αἰώνων ὑπάρχοντα, δι' ἡμᾶς δὲ ἐκ σοῦ ἀπάτορα γεγονότα, σαρκὶ ἀπεκύησας, καὶ βρέφος ἐγαλούχησας· διὸ μὴ παύσῃ πρεσβεύειν, τοῦ λυτρωθῆναι κινδύνων τὰς ψυχὰς ἡμῶν.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ΄.

Ὁ Μάρτυς Γεώργιε ξίφει τὴν κάραν τμηθείς, θεόθεν δεδόξασται, ἐν οὐρανῷ καὶ ἐν γῇ, τῆς τοῦ Χίου τὸ σέμνωμα, ἄνω γὰρ ἀφθαρσίας στέφει θείῳ ἐστέφθη, κάτω δὲ θείοις ὕμνοις, παρ’ ἀνθρώπων ὑμνεῖται αὐτοῦ ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

Τά συνήθη καί Ἀπόλυσις.

dots

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα.

Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Τὸν νέον ἀθλητήν, καὶ λαμπρὸν ἀριστέα, ὑμνήσωμεν πιστοί, ἐν ᾠδαῖς ἑτησίοις, Γεώργιον τὸν ἔνδοξον, τὸ τῆς Χίου καλλώπισμα, ὡς ἀθλήσαντα, καὶ τῶν δαιμόνων τὰ στίφη, ἐκνικήσαντα, τῇ τοῦ Σταυροῦ πανοπλίᾳ, καὶ ῥώμῃ καὶ χάριτι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων, καὶ ἀνάγαγε, ἐκ ῥᾳθυμίας βαράθρων, τοῦ δοξάζειν σε, παντελεῆμον τὴν μόνην, ἐλπίδα τῶν δούλων σου.

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα.

Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Ἐλαμπρύνθης ἄθλοις σου, καὶ ἡγιάσθη, τῇ ἐκχύσει Ἅγιε, αἱμάτων σου τῶν ἱερῶν, Κυδωνιέων ὁ σύλλογος, καὶ τὴν σὴν κόνιν, κατέχων δοξάζει σε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ἐπληγώθην πάθεσιν, ἰάτρευσόν με, ἐν κακοῖς ἀπόλλυμαι, σῶσόν με Δέσποινα Ἁγνή, ἡ τὸν Σωτῆρα κυήσασα, καὶ Ἰατῆρα, τοῦ κόσμου Θεόνυμφε.

Μετὰ τὴν γ΄ στιχολογίαν, κάθισμα.

Ἦχος γ΄. Τὴν ὡραιότητα.

Λαμπρῶς τὸ πνεῦμά σου, Χριστὸς ἐδέξατο, Μάρτυς Γεώργιε, ὅνπερ τοῖς ἄθλοις σου, ἐδόξασας ἐπὶ τῆς γῆς, κηρύξας Θεὸν τῶν ὅλων, δυσσεβῶν ἐνώπιον, σαρκωθέντα βουλήματι, καὶ λαμπρῶς ἐδόξασεν, ἐν τοῖς θείοις σκηνώμασιν, ἐν δόξῃ ἀφράστῳ καὶ ἀλήκτῳ, συντάξας Μαρτύρων τῇ χορείᾳ.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὴν ὡραιότητα, τῆς παρθενίας σου, καὶ τὸ ὑπέρλαμπρον, τὸ τῆς ἁγνείας σου, ὁ Γαβριὴλ καταπλαγείς, ἐβόα σοι Θεοτόκε· Ποῖόν σοι ἐγκώμιον, προσαγάγω ἐπάξιον, τί δὲ ὀνομάσω σε; ἀπορῶ καὶ ἐξίσταμαι· διὸ ὡς προσετάγην βοῶ σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

Ὁ Κανὼν.

δὴ α΄. Ἦχος α΄. ᾨδὴν ἐπινίκιον.

Φωτὶ παριστάμενος τῷ ἀνεσπέρῳ, τὸ σκότος ἀπέλασον, τὸ τῆς διανοίας μου, λαμπρότατε Ἀθλητά, τοῦ ἀνυμνῆσαι, ἐν ᾠδαῖς τὴν θείαν μνήμην σου.

Ἡ Χίος σε βλάστημα καὶ θεῖον ἄνθος, τερπνὸν καὶ πανεύοσμον, Ἀθλητὰ Γεώργιε, ἐξήνεγκεν εὐκλεῶς, ἀλλ’ ἐναθλήσας ἐκ τῆς γῆς, Χριστὸς ἐδρέψατο.

Ἐχθρὸς ὁ ἀρχέκακος ὑποσκελίσας, εἰς βόθρον κατέῤῥαξεν, ὄντα νηπιόφρονα, ἀλλ’ ἀνδρειωθεὶς ταῖς φρεσὶν εἰς ὕψος ᾔρθης, Ἀθλητὰ θείας ἀθλήσεως.

Θεοτοκίον.

Ἀκτῖσι Θεόνυμφε τῶν πρεσβειῶν Σου, ἀχλὺν διασκέδασον, τοῦ νοός μου Ἄχραντε, τοῦ ασμασιν ἱεροῖς, ἀνευφημεῖν διηνεκῶς, τὰ μεγαλεῖά σου.

ᾨδὴ γ΄. Στερεωθήτω ἡ καρδία μου.

Τὴν τῶν ἠθῶν σου σεμνοπρέπειαν, λόγου τε καὶ ἔργου παντὸς Ἀθλητά, Κυδωνιέων ὁ λαός, εὐφημεῖ ὁ χριστώνυμος, καὶ ψυχῆς τὴν γενναιότητα ὑμνεῖ καὶ δοξάζει σε.

Νομίμως ἤθλησας Γεώργιε, καὶ στεφάνῳ δόξης ἐστέφθης λαμπρῶς, ἀκούσας γὰρ τὴν κατά σου, γενομένην μακάριε, προδοσίαν τὴν πρὸς θάνατον, οὐδόλως ἐμάκρυνας.

Ἐθελουσίως δὲ στεῤῥόψυχε, φέρων τοῖς ζητοῦσι παρέσχες σαυτόν, καὶ ἀπαχθεὶς τῷ δικαστῇ, θαρσαλαίως ἐκήρυξας, τὴν πίστιν τὴν ἔνθεον Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.

Θεοτοκίον.

Ἵνα θεώσῃ τὸ ἀνθρώπινον, ἄνθρωπος ἐκ Σοῦ τῆς Ἁγνῆς ὁ Θεός, γέγονεν ὅν ὁ εὐκλεὴς Ἀθλοφόρος ἐδόξασε, καὶ Σὲ πᾶσιν ἀνεκήρυξε Μητέρα ἀπείρανδρον.

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ἡ εὔσημος μνήμη σου Μάρτυς Χριστοῦ τοῦ Θεοῦ, Γεώργιε ἔνδοξε, εἰς εὐφημίαν τῶν σῶν, ἀγώνων συνήγαγεν, ἅπαν πιστῶν τὸ πλῆθος, οὕς φρουρῶν μὴ ἐλλείπης, ῥῦου παντὸς κινδύνου, καὶ παντοίας ἀνάγκης, ταῖς σαῖς πρὸς τὸν Θεὸν ἱεραῖς παρακλήσεσιν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ταχὺ προκατάλαβε, πρὶν δουλωθῆναι ἡμᾶς, ἐχθροῖς βλασφημοῦσί σε, καὶ ἀπειλοῦσιν ἡμῖν, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἄνελε τῷ Σταυρῷ σου, τοὺς ἡμᾶς πολεμοῦντας, γνώτωσαν πῶς ἰσχύει, Ὀρθοδόξων ἡ Πίστις, πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.

ᾨδὴ δ΄. Ἐν πνεύματι προβλέπων.

Ἀπτόητος παρέστης ἀνόμῳ δικαστῇ, και τὴν σὴν ἐκήρυξας εὐσέβειαν τρανῶς, καὶ μὴ θωπείαις, ὑπείξας ταῖς παρ’ ἐκείνου, εἰρκτῇ παμμάκαρ, ἐμβληθῆναι κατεκρίθης, ἐν ᾗ τὸν Θεὸν ἐμεγάλυνας.

Ἡμέραις ἐπὶ πλείσταις ἐμμένων τῇ εἰρκτῇ, τὸν Θεὸν ἐδόξαζες ἐξ ὅλης τῆς ψυχῆς, καὶ τῆς καρδίας τρισμάκαρ καὶ διανοίας, καὶ μετὰ πόθου ἀσιγήτως ἀνεβόας, δόξα τῇ δυνάμει Σου Κύριε.

Σατᾶν τοὺς ψυχοφθόρους θεόφρον λογισμούς, μακρὰν ἀπεσόβησεν ἡ θεία ἀπὸ σοῦ, εὐχαριστία Γεώργιε τῶν πανσέπτων, καὶ οὐρανίων μυστηρίων τοῦ Σωτῆρος, τούτων εὐλαβῶς μετασχόντων σου.

Θεοτοκίον.

Ὑμνοῦμέν Σε Παρθένε Θεόνυμφε Ἁγνή, ὡς Θεογεννήτριαν καὶ τεῖχος τῶν πιστῶν, Σὺ γὰρ τὴν φύσιν ἀνέστησας τὴν πεσοῦσαν, καὶ τὴν εἰκόνα ἀνανέωσας τεκοῦσα, μόνη τὸν προόντα Θεὸν τοῦ ᾈδάμ.

ᾨδὴ ε΄. Τὴν σὴν εἰρήνην δὸς ἡμῖν.

Ἰσχὺν ἐξ ὕψους κατελθεῖν πιστῶν ὁ λαός, ᾔτει καθ’ ἐκάστην εὐχαῖς καὶ δεήσεσι, τῇ σῇ καρδίᾳ παναοίδιμε, ἥν καὶ λαβὼν θεόθεν, ἐνήθλησας γενναίως.

Ἰσχύν σε Μάρτυς ἄνωθεν Χριστὸς ὁ Θεός, κραταιὰν ἀθλοῦντα ἀξίως ἐνέδυσεν, ὀ τῆς σαρκὸς εἰδὼς τὸ ἄτονον, ὅθεν ἐναθλήσας, ᾖρας τρόπαια νίκης.

Τὴν σὴν ἀνδρείαν ἔνδοξε Ἀγγέλων πληθύς, ἄνωθεν ὁρῶσα ἐτέρπετο ἅπασα, καὶ δῆμος κάτω ὁ χριστώνυμος, τῶν Κυδωνιέων ἐκρότει σοι τὰς χεῖρας.

Θεοτοκίον.

Σὲ μόνην καταφύγιον πλουτοῦμεν Ἀγνή, πάντες οἱ Θεὸν κακῶς παροργίσαντες, καὶ ἁμαρτίας βαρυνόμενοι, ὅπως ταῖς σαῖς πρεσβείαις Αὐτῷ ἱλεωθῶμεν.

ᾨδὴ στ΄. Τὸν Προφήτην Ἰωνᾶν.

Τῇ μαχαίρᾳ ἐν χαρᾷ, Ἀθλητὰ πνευματικῇ, τὴν τιμίαν κεφαλήν, καὶ αὐχένα τὸν σεπτόν, ὑπέκλινας, ἀποτμηθεὶς δὲ Χριστῷ προσήνεξαι.

Ὥσπερ ἄμωμος ἀμνός, ὥσπερ θῦμα λογικόν, ἱερεῖον ὡς τερπνόν, προσηνέχθης τῇ Χριστοῦ, Γεώργιε, ἐπουρανίῳ τραπέζῃ ἔνδοξε.

Ἀλγηδόνας τὰς φρικτάς, ὑπομείνας ἀνδρικῶς, τοῦ δημίου ἀπηνῶς, τέμνοντός σου Ἀθλητά, τὸν πάνσεπτον, αὐχένα θῦμα Θεῶ προσήνεξαι.

Θεοτοκίον.

Μετὰ τόκον Σε Ἁγνή, ὡς πρὸ τόκου Μαριάμ, τῇ δυνάμει τοῦ ἐκ Σοῦ, σαρκωθέντος Ἰησοῦ, Γεώργιος, ὁ Νεομάρτυς, τρανῶς ἐκήρυξεν.

Κοντάκιον. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.

Ὡς φίλον σε Χριστοῦ, καὶ Μάρτυρα δοξάζομεν, αἰτούμενοι θερμῶς, τὴν θείαν σου ἀντίληψιν, Ἀθλητὰ Γεώργιε, ἥν παράσχοις ἡμῖν τοῖς οἰκέταις σου, τοῖς καταφεύγουσι πρὸς σέ, ῥυόμενος δεινῶς τῶν συνεχόντων ἡμᾶς.

Ὁ Οἶκος.

Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, ἐν τῇ μνήμῃ σήμερον τοῦ Νεομάρτυρος καὶ γενναιόφρονος Γεωργίου τοῦ Χιοπολίτου, καὶ τῷ νικοποιῷ Χριστῷ ὕμνον ἐπινίκιον ᾄσωμεν, τῷ ἐνισχύσαντι αὐτὸν ἀθλῆσαι, καὶ νικητὴν τῶν ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν ἀναδείξαντι, καὶ ὡς φίλον ἑαυτοῦ καὶ Μάρτυρα δοξάσαντι, καὶ τῇ αὐτοῦ μαρτυρικῆ μεσιτείᾳ ῥυομένῳ δεινῶν τῶν συνεχόντων ἡμᾶς.

Συναξάριον.

Τῇ κστ´ τοῦ αὐτοῦ μηνός, ὁ Ἅγιος Νεομάρτυς Γεώργιος, ὁ ἐκ Χίου καὶ ἐν Κυδωνιαίς ἀθλήσας κατὰ τὸ 1807, ξίφει τελειοῦται.

Στίχοι:

Γεωργίῳ μαχαίρα πρόξενον τέλους,

Αὕτη δὲ τούτῳ πρόξενος καὶ τοῦ στέφους.

Γεωργίου ἑκκαιεικάδι τάμεν αὐχένα χαλκός.

Τῆ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀλυπίου τοῦ Κιονίτου.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Στυλιανοῦ τοῦ Παφλαγόνος.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀκακίου τοῦ ἐν τῇ Κλίμακι.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰακώβου τοῦ Ἀναχωρητοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νίκωνος τοῦ Μετανοεῖτε.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Σίλου, Ἐπισκόπου τῆς Περσίδος.

Τῆ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις τῶν ἐγκαινίων τοῦ Ναοῦ τοῦ Ἁγίου Γεωργίου, ἐν τῷ Κυπαρίσσῳ.

Τῆ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἠμῶν Ἰννοκεντίου πρώτου Ἐπισκόπου Ἰρκούτας, τοῦ θαυματουργοῦ τοῦ Ῥώσσου.

Ταῖς αὐτῶν πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ΄. Ἡ κάμινος Σωτήρ.

Τὸν μαρτυρίου δρόμον διήνυσας, γενναίως Ἀθλοφόρε Γεώργιε, ἀποτμηθεὶς ἐν χαρᾷ, τὴν ἱερὰν κεφαλήν.

Πορφύραν ἐξ οἰκείων ἐνδέδυσαι αἱμάτων Νεομάρτυς Γεώργιε, μεθ’ ᾗς παρέστης λαμπρῶς, ἐν οὐρανῷ τῷ Χριστῷ.

Μαρτύρων ἡ χορεία ἐδέξατο, προσθήκην σε λαμπρὰν ἀξιάγαστε, μεθ’ ἧς Χριστῷ μελωδεῖς, εὐλογητὸς ὁ θεός.

Θεοτοκίον.

Ἐλπὶς Χριστιανῶν ἀκαταίσχυντε, τοὺς ὡς Θεοῦ Μητέρα τιμῶντάς σε, ἱκέτευε ῥυσθῆναι, ἀπὸ παντοίων δεινῶν.

ᾨδὴ η΄. Ὅν φρίττουσιν Ἄγγελοι.

Ἐχθρὸν τὸν ἀλάστορα, δυνάμει τοῦ Χριστοῦ, νικήσας Γεώργιε, καὶ τρόπαια λαμπρά, κατ’ αὐτοῦ ἐγείρας, ὡς λαμπρὸς ἀριστεύς, θεόθεν ἐκομίσω, διάδημα τοῦ κάλους.

Τῆς Χίου τὸν ὄρπηκα τὸ πλάτος οὐρανοῦ, καὶ γῆ τῶν πρᾳέων νῦν, ἐδέξατο λαμπρῶς, καὶ ἡ θεία δρόσος εὐθαλῆ συντηρεῖ, τὸν ἐν Ἀθλοφόροις Γεώργιον τὸν Νέον.

Τρυφῆς ὁ χειμάῤῥους σε, ὠς δένδρον οὐρανοῦ, παμμάκαρ Γεώργιε ποτίζει νοητῶς, καὶ οἱ ἐν τῷ κόσμῳ, τῶν χαρίτων τῶν σῶν, τῆς ὀσμῆς πληροῦνται τελοῦντες τὴν μνήμην.

Θεοτοκίον.

Τὸ μέγα μυστήριον τοῦ Τόκου Σου Ἁγνή, ὁ Χῖος Γεώργιος ἐκήρυξε τρανῶς, καὶ τῆς ἀληθείας, τῶν αἱμάτων αὐτοῦ, τῇ βαφῇ εὐθίκτως ὑπέγραψε τὸ κῦρος.

Ὠδὴ θ΄. Τὴν φωτοφόρον νεφέλην.

Κυδωνιέων ἡ πόλις, θεοστεφῆ ἀριστέα, ἰδοῦσα ὄμμασιν αὐτῆς, σὲ Γεώργιε μάκαρ, ἀγωνισάμενον στεῤῥῶς, καὶ νίκην ἀράμενον ἠγάσατο, καὶ τελεῖ ἐξ ἐκείνου τὴν σὴν μνήμην, ἐτησίως ἐν ᾠδαῖς.

Μετὰ τῶν ἄνω ταγμάτων, Μάρτυς Γεώργιε θεῖε, μετὰ Μαρτύρων ἱερῶν, Προφητῶν Ἀποστόλων, Ὁσίων καὶ Ἱεραρχῶν, Θεῷ παριστάμενος ἱκέτευε, ἐκ παντοίων κινδύνων λυτρωθῆναι, τοὺς τιμῶντάς σε πιστῶς.

Τῷ ἐν ᾠδαῖς ἐφυμνίοις, κατακοσμήσαντι πόθῳ, τὴν μνήμην σου τὴν ἱεράν, καὶ φαιδρὰν Ἀθλοφόρε, ὅλος χαρίης καὶ φαιδρὸς προστάτης παράσταθι Γεώργιε, ἐν καιρῷ τῆς ἐξόδου καὶ τῆς δίκης, τῆς ἐσχάτης καὶ φρικτῆς.

Θεοτοκίον.

Σὺν τῇ Ἀχράντῳ Παρθένῳ, τῇ φωτοφόρῳ νεφέλῃ, αἴγλῃ φωτὸς τοῦ νοητοῦ, τὰς ψυχὰς ἐλαμφθῆναι, τῶν ἀνυμνούντων σου πιστῶε, τοὺς ἄθλους καὶ χύσιν τῶν αἰμάτων σου, Ἀθλοφόρε Γεώργιε δυσώπει, τὸν τῶν ὅλων Ποιητήν.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Ἡ Χίος ἡ φιλόχριστος, τὰ σπάργανα κατέχουσα, τὰ σὰ Γεώργιε χαίρει, καὶ ἐκτελεῖ σου τὴν μνήμην, τὰ δὲ σεπτά σου λείψανα, λαὸς ὀ χριστεπώνυμος, Κυδωνιῶν κραυγάζει σοι, σύ μου φρουρός τε καὶ φύλαξ, καὶ πρὸς Θεὸν πρέσβυς θεῖος.

Θεοτοκίον.

Προφῆται προεκήρυξαν, Ἀπόστολοι ἐδίδαξαν, καὶ Μάρτυρες θεοφρόνως, τὸν σὸν Υἱὸν Θεοτόκε, τρανῶς καθομολόγησαν, Θεὸν τὸν ὅλων Πάναγνε, μεθ’ ὧν καὶ ὀ ἡμέτερος Γεώργιος ὁ γενναῖος, ἐδ΄0οξασεν ἐναθλήσας.

Εἰς τοὺς Αἴνους.

Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Συνωνυμήσας τῷ πάλαι Μεγαλομάρτυρι, Γεώργιε τρισμάκαρ, Ἀθλητὰ γενναιόφρον, ἐνήθλησας νομίμως ὑπὲρ Χριστοῦ, ἐκ ψυχῆς γενναιότητι, ἀποσκυπῶν τῶν βασάνων τὰς ἀμοιβάς, καὶ τὰ γέρα τῆς ἀθλήσεως. (Δίς).

Τῆς ἀρχιφώτου Τριάδος νῦν ἐλλαμπόμενος, ταῖς νοηταῖς ἀκτίσι, Νεομάρτυς Κυρίου, Γεώργιε δυσώπει ὑπὲρ ἡμῶν, τῶν ἐκ πόθου τελούντων σου, τὴν ἀεισέβαστον μνήμην, καὶ ἐν ᾠδαῖς εὐφημούντων τοὺς ἀγῶνάς σου.

Τὸν τῆς ἀθλήσεως δρόμον, καλῶς διήνυσας, ἀποτμηθεὶς τὴν κάραν, Ἀθλοφόρε Κυρίου, λοιπὸν ἀπόκειταί σοι ἐν οὐρανῷ, ὁ ἀκήρατος στέφανος, ὅν σοι παρέξει Γεώργιε ὁ Χριστός, ἐν ἡμέρᾳ τῆς ἐτάσεως.

Δόξα. Ἦχος β΄.

Ἐν τοῖς ἐπουρανίοις σκηνώμασι, Γεώργιε Χιοπολίτα Γεώργιε, σὺν ταῖς τῶν Ἁγίων χορείαις, τὸ πνεῦμά σου αἰωνίως ἀγάλλεται, λαμπρῶς δὲ καὶ τὰ πανίερά σου λείψανα, ἐν τῇ Κυδωνιῶν κώμῃ διατηρούμενα τιμᾶται, καὶ πανταχοῦ τὸ σεπτόν σου ὄνομα ὑμνεῖται, καὶ δοξάζεται Χριστός, ὁ δοξάζων τοὺς Αὐτὸν ἀντιδοξάζοντας.

Καὶ νῦν. Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα μου...

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.

Εἰς τήν Λειτουργίαν ᾡδή γ’ καί στ’. Απόστολος καί Εὐαγγέλιον τοῦ Μεγάλου Γεωργίου.

Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον.

Μεγαλυνάρια.

Ἔνδοξος ἐν Μάρτυσιν ὁ κλεινὸς Γεώργιος ὤφθη, τοῖς ἀρχαίοις, σὺ δ’ ἐν τοῖς νῦν, Γεώργιε νέε, ὁμώνυμε ἐκείνῳ, καὶ σύσκηνε δι’ ὅ σε τιμῶμεν ἅπαντες.

Τοὺς μετ’ εὐλαβείας τὰ ἱερά, λείψανά σου Μάρτυς, προσκυνοῦντας σαῖς πρὸς Θεόν, ἱεραῖς πρεσβείαις φρουρῶν μὴ διαλείπῃς, Νεομαρτύρων κλέος θεῖε Γεώργιε.

dots

ΝΕΟΝ ΧΙΑΚΟΝ ΛΕΙΜΩΝΑΡΙΟΝ , ΧΙΟΣ 1992, ΕΚΔΟΣΙΣ Ζ'

© Copyright 2023 Ιερά Μητρόπολις Χίου, Ψαρών και Οινουσσών Back To Top