Γράψτε τη λέξη/φράση αναζήτησης

Popular Tags

ΕΓΚΥΚΛΙΟΝ ΣΗΜΕΙΩΜΑ 20 28/916/02.11.2020 "ΠΕΡΙ ΤΟΥ ΕΟΡΤΑΣΜΟΥ ΤΗΣ ΕΠΕΤΕΙΟΥ ΤΗΣ 11ης ΝΟΕΜΒΡΙΟΥ 2020

EgkykliaSimeiomata

 

Ἐν Χίῳ τῇ 2ᾳ Νοεμβρίου 2020

Μνήμη Μαρτύρων Ἀκινδύνου, Πηγασίου, Ἐλπιδηφόρου

Πρωτ. 2028

Ἀ­ριθμ.

Δι­εκπ. 916

ΕΓΚΥΚΛΙΟΝ ΣΗΜΕΙΩΜΑ

Πρός

Τόν Ἱερόν Κλῆρον

τῆς καθ’ ἡμᾶς Ἱερᾶς Μητροπόλεως

Ἐφέτος, ὡς γνωστόν, συμπληρώνονται, μέ τήν Χάριν τοῦ Τριαδικοῦ Θεοῦ, 108 χρόνια ΕΛΕΥΘΕΡΙΑΣ τοῦ μαρτυρικοῦ καί πολυάθλου Νησιοῦ μας, πού καί τό χῶμά του εἶναι ἁγιασμένο, ποτισμένο ἀπό τό ἅλικο αἷμα τόσων Ἁγίων, Ἐθνομαρτύρων καί Ἡρῴων, ἀλλά καί τῶν ἐνδόξων ἐλευθερωτῶν τοῦ κατά ξηράν καί θάλασσαν φιλοχρίστου καί ἐνδόξου, δαφνοστεφοῦς, Ἑλληνικοῦ Στρατοῦ. Ὡς ἐκ τούτου εἶναι εὐλογημένη Ἐπέτειος, πού συγκλονίζει ὅλους μας, ὅλους  τούς Χίους, καί τούς ἐγγύς καί τούς μακράν.

Ἐλαχίστη δέ ΤΙΜΗ καί ΑΝΑΓΝΩΡΙΣΙΣ θά εἶναι, κατά τήν 10ην καί 11ην Νοεμβρίου, ὁ γενικός σημαιοστολισμός τῶν Ἱερῶν  Ναῶν, Πνευματικῶν καί Ἐνοριακῶν Κέντρων καί τῶν οἰκιῶν μέ τήν ἱεράν ἑλληνικήν Σημαίαν, τό ΣΥΜΒΟΛΟΝ τοῦ ΕΘΝΟΥΣ μας.

Παραγγέλλομεν, ἐπίσης, ὅπως καλέσητε καί προτρέψητε τούς Ἐνορίτας ὑμῶν, κατά τάς  Θ. Λειτουργίας τῆς 8ης καί 9ης Νοεμβρίου ἐ. ἔ. , διά τήν ἀνάρτησιν τῆς ἑλληνικῆς Σημαίας εἰς τάς οἰκίας των κατά τάς ὡς ἄνω ἡμερομηνίας.

Ἐπίσης, δεδομένων τῶν ἰσχυόντων μέτρων καί τῆς μή δυνατότητος προσελεύσεως ὅλων τῶν πιστῶν εἰς τόν πανηγυρίζοντα Ἱερόν Μητροπολιτικόν Ναόν, παραγγέλλομεν νά τελέσητε εἰς τούς Ἐνοριακούς Ἱερούς Ναούς τήν Ἀκολουθίαν τοῦ Ἑσπερινοῦ (ὥραν 17.00) καί τοῦ Ὄρθρου καί τῆς Θείας Λειτουργίας (ὥραν 07.00) μέ πανηγυρικάς κωδωνοκρουσίας, καθώς καί τήν συνημμένην Δοξολογίαν.

Ἐντολῇ τοῦ Σεβ. Μητροπολίτου

Ὁ Γενικός Ἀρχιερατικός Ἐπίτροπος

Πρωτοπρ. Δημήτριος Γεόμελος


 

ΕΠΙ Τῌ  ΕΠΕΤΕΙῼ ΤΗΣ ΑΠΕΛΕΥΘΕΡΩΣΕΩΣ ΤΗΣ ΧΙΟΥ

ΑΠΟ ΤΟΝ ΤΟΥΡΚΙΚΟΝ ΖΥΓΟΝ

Μετά τὸ: Εἴη τὸ ὄνομα Κυρίου…

Οἱ Χοροί :

Ἀπολυτίκιον εἰς τὴν Ἁγίαν Τριάδα

(ποιηθέν ὑπό τοῦ Σεβασμιωτάτου Μητροπολίτου

Χίου, Ψαρῶν καὶ Οἰνουσσῶν κ. ΜΑΡΚΟΥ)  

 Ἦχος πλ. α'

Τήν ἁ­γί­αν Τριά­δα ἀ­νευ­φη­μή­σω­μεν, τόν συ­νά­ναρ­χον Λό­γον σύν ἀ­ϊ­δί­ῳ Πα­τρί, καί τό πάν­τα χο­ρη­γοῦν Πνεῦ­μα Ἅ­γιον, ὅ­τι κα­τέπεμ­ψεν ἡ­μῖν, ἐκ τῆς δου­λεί­ας τοῦ ἐ­χθροῦ δῶ­ρον ἐ­λευ­θε­ρί­ας, ἥν ἐ­πί χρό­νον αἰ­ῶ­νος πάν­τες οἱ Χῖ­οι ἀ­πο­λαύ­ο­μεν. 

* 

Ἀπολυτίκιον Ἁγίων Βικτώρων

Ἦχος δ΄.

Τούς τρεῖς ἐν­δό­ξους ἀ­στέ­ρας τῆς τρι­ση­λί­ου Θε­ό­τη­τος, τούς τήν Ἐκ­κλη­σί­αν ἀ­τρή­τοις ἀ­γῶ­σιν αἱ­μά­των θεί­ων κο­σμή­σαν­τας. Τούς ἀ­ητ­τή­τους τοῦ Χρι­στοῦ στρα­τι­ώ­τας, τούς τήν πλά­νην πᾶ­σαν τῆς ἀ­σε­βεί­ας ἐ­πι­στο­μή­σαν­τας· Μηνᾶν τόν θεηγόρον καί τόν ἀπροσμάχητον Βίκτωρα σύν τῷ σοφῷ Βικεντίῳ τῷ κλεινῷ ἱεροφάντορι. Πάντες οἱ τῶν τρόπων αὐτῶν ἐρασταί συνελθόντες πίστει τιμήσωμεν, αὐτοί γάρ ὁμοφρόνως ὑπέρ ἡμῶν ἀεί πρεσβεύουσι.

Τό Κοντάκιον

Ἦ­χος πλ. δ΄

Τῇ Ὑ­περ­μά­χῳ Στρα­τη­γῷ τά νι­κη­τή­ρια, ὡς λυ­τρω­θεῖ­σα τῶν δει­νῶν εὐ­χα­ρι­στή­ρια, ἀ­να­γρά­φῳ σοι ἡ Πό­λις σου, Θε­ο­τό­κε. Ἀλ­λ’­ ὡς ἔ­χου­σα τό κρά­τος ἀ­προ­σμά­χη­τον, ἐκ παν­τοί­ων με κιν­δύ­νων ἐ­λευ­θέ­ρω­σον, ἵνα κρά­ζω σοι·  Χαῖρε Νύμφη ἀνύμφευτε. 

καί ἐν συνεχείᾳ ἕξ (ἀρ.6) στίχοι ἐκ τῆς Ἐπινικίου Δοξολογίας εἰς ἦχον Βαρύν

Εἶτα αἱ ἑξῆς αἰτήσεις τῆς λιτανευτικῆς (ἐκτενοῦς) ἱκεσίας:

Ὁ Ἱερεύς. 

λέησον ἡμᾶς, ὁ Θεός, κατά τό μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον καί ἐλέησον.

Ὁ Χορός· Κύριε, ἐλέησον (γ' καθ' ἑκάστην δέησιν).

τι δεόμεθα ὑπέρ τῶν εὐσεβῶν καί ὀρθοδόξων χριστιανῶν.

τι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν ΜΑΡΚΟΥ καί πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

τι δεόμεθα ὑπέρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους, πάσης Ἀρχῆς καί ἐξουσίας ἐν τῷ Κράτει ἡμῶν καί τοῦ κατά ξηράν, θάλασσαν καί ἀέρα φιλοχρίστου καί ἐνδόξου Στρατοῦ καί ὑπέρ τοῦ Κύριον τόν Θεόν ἐπί πλέον συνεργήσαι καί κατευοδώσαι αὐτούς ἐν πᾶσι.

τι δεόμεθα ὑπέρ αἰωνίας μνήμης καί μακαρίας ἀναπαύσεως πάντων τῶν ὑπέρ πίστεως καί πατρίδος εὐκλεῶς ἀγωνισαμένων καί ἐνδόξως πεσόντων κατά τήν ἀπελευθέρωσιν τῆς νήσου ταύτης, καί ὑπέρ τοῦ συγχωρηθῆναι αὐτοῖς πᾶν πλημμέλημα ἑκούσιόν τε καί ἀκούσιον.

τι δεόμεθα ὑπέρ τοῦ διαφυλαχθῆναι τήν ἁγίαν Ἐκκλησίαν καί τὴν νῆσον καὶ πόλιν ταύτην, καί πᾶσαν πόλιν καί χώραν, ἀπό ὀργῆ, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καί αἰφνιδίου θανάτου ۠ὑπέρ τοῦ ἵλεων, εὐμενῆ καί εὐδιάλλακτον γενέσθαι τόν ἀγαθόν καί φιλάνθρωπον Θεόν ἡμῶν, τοῦ ἀποστρέψαι καί διασκεδάσαι πᾶσαν ὀργήν καί νόσον, τήν καθ’ ἡμῶν κινουμένην· καί ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καί ἐλεήσαι ἡμᾶς.

τι δεόμεθα καί ὑπέρ τοῦ εἰσακοῦσαι Κύριον τόν Θεόν ἡμῶν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καί ἐλεήσαι ἡμᾶς.

 «Τοῦ Κυρίου δεηθῶμεν»,

Ὁ χορόςֹ «Κύριε, ἐλέησον»

καί, τήν εὐχήν

(ποιηθεῖσαν ὑπό τοῦ Σεβασμιωτάτου

Μητροπολίτου Χίου, Ψαρῶν καὶ Οἰνουσσῶν κ. ΜΑΡΚΟΥ)

Δοξάζομέν Σοι, ἐν ἑνί στόματι καί μιᾷ καρδίᾳ, τῷ ἀνάρχῳ Πατρί, τῷ τά πάντα δημιουργήσαντι δι’ Υἱοῦ συνεργείᾳ τοῦ Ἁγίου Πνεύματος, καί τῷ συνανάρχῳ Υἱῷ καί Λόγῳ, δι’ οὗ τόν Πατέρα ἐγνώκαμεν καί τό Πνεῦμα τό Ἅγιον ἐπεδήμησεν ἐν κόσμῳ, καί τῷ ἀκτιστοσυμπλαστουργοσυνθρόνῳ Ἁγίῳ Πνεύματι, τῷ ἐκ τοῦ Πατρός ἐκπορευομένῳ, καί ἐν Υἱῷ ἀναπαυομένῳ, τῇ μιᾷ Ὑπεραγίᾳ, Ὁμοουσίῳ, Ἀδιαιρέτῳ καί Ζωαρχικῇ Τρισηλίῳ Θεότητι, ὅτι φιλευσπλάγχνως ἐπέβλεψας ἐξ Οὐρανοῦ, ἐπί τήν ἁγιοτρόφον καί ἡρῳοτόκον, ναυπρύτανιν καί ναυσικλυτήν νῆσον τῆς Χίου, τήν διά τήν ἀμώμητον Ὀρθόδοξον Χριστιανικήν Πίστιν καί τήν ἔνδοξον Ἑλληνικήν Ἱστορίαν πυρωσαμένην ὡς πυροῦται τό ἀργύριον, καί φοινιχθεῖσαν, κατά τήν σεπτήν τῆς Σφαγῆς αὐτῆς προσενεχθεῖσαν θυσίαν, ταῖς ἀειρρόοις ῥανίσι τῶν τιμίων αἱμάτων τῶν εὐκλεῶν αὐτῆς τέκνων, καί ἐξαγαγοῦσαν ἐκ τῶν ἱερῶν ὀστέων αὐτῶν τό πολυπόθητον δῶρον, δι’ οὗ, τόν κατ’ εἰκόνα καί καθ’ ὁμοίωσίν Σου πλασθέντα ἄνθρωπον, ἐκόσμησας, ἤτοι τήν ἐλευθερίαν∙ ταύτην τῇ Χίῳ πρό αἰῶνος ἐπεδαψίλευσας, ἐν ἡμέρᾳ, καθ’ ἥν ἐτιμᾶτο ἡ τῶν ἀριστέων πολιούχων αὐτῆς,  Μηνᾶ τοῦ θεηγόρου, Βίκτωρος τοῦ ἀπροσμαχήτου καί Βικεντίου τοῦ κλεινοῦ ἱεροφάντορος, μνήμη.

Ἐξ αὐτῆς τῆς ἡμέρας πᾶσα ἡ χριστοφόρος νῆσος ἡμῶν ἡγιάσθη, διά τῶν ἱερῶν μορφῶν τοῦ ἐν Ἁγίοις Πατρός ἡμῶν Νεκταρίου, ἐπισκόπου Πενταπόλεως, καί τοῦ Ὁσίου Πατρός ἡμῶν Ἀνθίμου τοῦ Χίου, ἐδοξάσθη διά γενναίων καί κραταιῶν ἀξιωματικῶν, ἐφωτίσθη διά ἐμβριθῶν μελετητῶν καί ἐρευνητῶν τῆς ἐπιστήμης καί τῶν γραμμάτων, ἐτιμήθη δι’ ἐξόχων πολιτικῶν, ἐκοσμήθη διά φιλοκάλων ἐκφραστῶν τοῦ πολιτισμοῦ καί τῶν τεχνῶν, προώδευσεν διά φιλοπόνων ἀνθρώπων τῆς ἐργασίας καί τοῦ ἐμπορίου, ἐξαιρέτως δέ ἐλαμπρύνθη καί ἐπρώτευσεν διά τῶν ἀνδρῶν τῆς πρυτανευούσης ἀνά τήν οἰκουμένην Ἑλληνικῆς Ἐμπορικῆς Ναυτιλίας.

Ὅθεν, χάριτας ἔχοντες δι’ ἁπάσας τάς ἐν τοῖς ὕπερθεν διαλαμβανομένας δωρεάς, τάς εὐεργεσίας, ἅς ὑπερεκένωσας εἰς ἡμᾶς, κηρύττομεν καί μεγαλύνομεν, καί χεῖρας ἱκέτιδας ἐπαίροντες, Σοῦ δεόμεθα καί Σέ παρακαλοῦμεν, ἵνα τάς ψυχάς τῶν ὑπέρ τῆς Χιακῆς Ἐλευθερίας εὐκλεῶς ἀγωνισαμένων καί ἐνδόξως πεσόντων ἐν τῇ χορείᾳ τῶν ἐκλεκτῶν Σου κατατάξῃς, ἡμᾶς δέ τούς τῷ ἐκείνῳ θανάτῳ ἐπί ἔτη ἑκατόν ὀκτώ ἐλευθέρους νῦν ζῶντας κατά τό ἱερόν Σου Εὐαγγέλιον ἀξιώσῃς διάγειν καί πολιτεύεσθαι, ὥστε τηρεῖν ἀπαρασαλεύτως τό θέλημά Σου καί φυλάττειν τάς ἐντολάς Σου καί Σοί τήν δόξαν ἀναπέμπομεν τῷ Πατρί καί τῷ Υἱῷ καί τῷ Ἁγίῳ Πνεύματι, τῷ μόνῳ κραταιῷ καί ἰσχυρῷ Θεῷ, εἰς τούς αἰῶνας. ΑΜΗΝ!

«Τοῦ Κυρίου δεηθῶμεν»ֹ

Ὁ χορός ֹ«Κύριε, ἐλέησον»

Ὁ Ἱερεύς εὐλογῶν τόν λαόνֹ

Εὐλογία Κυρίου καί ἔλεος ἔλθοι ἐφ’ ὑμᾶς τῇ αὐτοῦ θείᾳ χάριτι καί φιλανθρωπίᾳ πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.                                     

Ὁ χορόςֹ Ἀμήν.

Ἀπόλυσις

Δόξα σοι, Χριστέ ὁ Θεός, ἡ ἐλπίς ἡμῶν, δόξα σοι.

Χριστός ὁ ἀληθινός Θεός ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καί παναμώμου ἁγίας αὐτοῦ Μητρός,ֹ δυνάμει τοῦ τιμίου καί ζωοποιοῦ Σταυροῦ,ֹ προστασίαις τῶν τιμίων, ἐπουρανίων δυνάμεων ἀσωμάτων,ֹ ἱκεσίαις τοῦ τιμίου ἐνδόξου, Προφήτου Προδρόμου καί Βαπτιστοῦ Ἰωάννου,ֹ τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων, τοῦ ἁγίου ἐνδόξου Ἀποστόλου καί Εὐαγγελιστοῦ Μάρκου, τῶν ἁγίων ἐνδόξων καί καλλινίκων μαρτύρωνֹ, τῶν ὁσίων καί θεοφόρων πατέρων ἡμῶν, πάντων τῶν ἐν Χίῳ διαλαμψάντων Ἁγίων, (τοῦ Ἁγίου τοῦ Ἱ. Ναοῦ), ֹ τῶν ἁγίων καί δικαίων θεοπατόρων Ἰωακείμ καί Ἄννηςֹ ,τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Μηνᾶ, Βίκτωρος καὶ Βικεντίου, πολιούχων καί ἐλευθερωτῶν τῆς Χίου, ὧν τήν Ἱεράν Μνήμην ἐπιτελοῦμεν, τοῦ ἐν ἁγίοις Πατρός ἡμῶν Ἰωάννου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου, οὗ τὴν θείαν μυσταγωγίαν ἐτελέσαμεν, καί πάντων τῶν ἁγίων, ἐλεήσαι καί σώσαι ἡμᾶς ὡς ἀγαθός, φιλάνθρωπος καί ἐλεήμων Θεός.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

Ὁ Χορός. Ἀμήν.